[ ]
Pelasgiotis — Atrax: Koutsochero — ca. 49/48 BC — cf. Corrigenda p. XIV
face A.1 | [στρατηγοῦντος τοῦ —]Λ[— — — — — —]- |
α̣καία {²⁷Ἀκαία(?)}²⁷ [ἡ] ἀ[πε]λευθερω[θεῖσα ὑπὸ] | |
Παρμενείας τῆς Ἑρμίππου συνεπαινούν- | |
των Μενίπ<π>ου καὶ Φιλίππου τῶν Δαματρίου κατὰ | |
5 | τὸν νόμον. Ζωσίμη Λύκου ἡ ἀπελευθ[ε]- |
ρωθεῖσα ὑπὸ Λύκου τοῦ Φειδίου κατὰ τὸν | |
νόμον. Μάντα ἡ ἀπελευθερωθεῖσα [ὑ]- | |
πὸ Δαμαγήτου τοῦ Μενί<ππ>ου κατὰ τὸν νόμον. | |
Εὐτυχὶς ἡ ἀπελευθερωθεῖσα ὑπὸ Ἀνδρο- | |
10 | μάχου τοῦ Δαό{ρ}χου {²⁶Δαόχου}²⁶ κατὰ τὸν νόμον. |
Στρατόνικος ὁ ἀπελευθερωθεὶς ὑπὸ Ἀγε- | |
μάχου τοῦ Ἐξαδίου κατὰ τὸν νόμον. | |
Σωσίας καὶ Μόσχιον οἱ ἀπελευθερωθέντες [ὑ]- | |
[π]ὸ Φειδίου τοῦ Εὐάνδρου κατὰ τὸν νόμον. | |
15 | Εὐτυχὶς ἡ ἀπελευθερωθεῖσα ὑπὸ Ἡγήσω- |
ν̣ος τοῦ Νικομήδου κατὰ τὸν νόμον. | |
Ἀντιγόνα ἡ ἀπελευθερωθεῖσα ὑπὸ Λέοντος | |
τοῦ Λέοντος τοῦ Σιμύλου κατὰ τὸν νόμον. | |
Διογένης ὁ ἀπελευθερωθεὶς ὑπὸ Ἀγασικρά- | |
20 | τους τοῦ Μένωνος καὶ Θεανοῦς τῆς Δημητρίου |
κατὰ τὸν νόμον. Ῥοῦφα ἡ ἀπελευθερωθεῖσα [ὑ]- | |
πὸ Ἀριστοκράτους τοῦ Σωσιπάτ[ρου] κατὰ τὸν νό- | |
μον. Διονυσία ἡ ἀπελευθερωθεῖσα ὑπὸ Ἀ̣[γα]- | |
σικράτους τοῦ Μένωνος καὶ Θεανοῦς τῆς Δημ[η]- | |
25 | τρίου κατὰ τὸν νόμον. Εὐήμερος ὁ ἀπε- |
λευθερωθεὶς ὑπὸ Φιλολ̣ά̣ου τοῦ Σιμύλου κατὰ | |
τὸν νόμον. στρατηγοῦντος Μνασιμά- | |
χου· Διονύσιος καὶ Ζώπυρος οἱ ἀπελευθ[ε]- | |
ρωθέντες ὑπὸ Κυδίππου τοῦ Ἀριστολάου κατὰ | |
30 | τὸν νόμον. Ἀφροδισία ἡ ἀπελευθερωθεῖσα ὑπὸ |
Παυσανίου τοῦ Εὐνίκου κατὰ τὸν νόμον. | |
Εὐφροσύνη ἡ ἀπελευθερωθεῖσα ὑπὸ | |
Λύκου τοῦ Πολυξένου κατὰ τὸν νό- | |
μον. ἐπὶ Μνησιμάχου· Φιλίστα ἡ καλο[υ]- | |
35 | [μ]ένη καὶ Σύρα ἀπελευθερωθεῖσα ὑπὸ Τιμάρ- |
[χ]ου τοῦ Φιλοξένου κατ’ ὑοθεσίαν δὲ Πτολεμα[ί]- | |
[ο]υ Λαρισαίου κατὰ τὸν νόμον. Ἀπολλώνιος | |
ἀπελευθερωθε[ὶς] ὑπὸ Ἀσάνδρου | |
[τ]οῦ Σοφοκλέου κατὰ τ̣[ὸ]ν [νόμο]ν. Οἰκ̣[ου]- | |
40 | μ̣ένη(?) ἡ ἀπελευθερωθεῖσα ὑπ[ὸ] Ἀντικρά- |
τους τοῦ Μένωνος κατὰ τὸν νόμον. | |
ἐπὶ Φιλοξενίδου· Πάμφιλος Διονυσίου ὁ | |
ἀπελευθερωθεὶς ὑπὸ τῆς Ἀτραγίων πόλε- | |
[ω]ς κατὰ τὸν νόμον. Νίκη ἡ ἀπελευθε[ρω]- | |
45 | [θεῖ]σα ὑπὸ Ἱπποκλέους κατὰ τὸν νόμον. |
face B.1 | {²titulus adeo detritus ut nulla vestigia legi possint}² |