[ ] Pelasgiotis — Atrax: Koutsochero — ca. 49/48 BC — cf. Corrigenda p. XIV
face A.1 [στρατηγοῦντος τοῦ —]Λ[— — — — — —]-
α̣καία {²⁷Ἀκαία(?)}²⁷ [ἡ][πε]λευθερω[θεῖσα ὑπὸ]
Παρμενείας τῆς Ἑρμίππου συνεπαινούν-
των Μενίπ<π>ου καὶ Φιλίππου τῶν Δαματρίου κατὰ
5 τὸν νόμον. Ζωσίμη Λύκου ἡ ἀπελευθ[ε]-
ρωθεῖσα ὑπὸ Λύκου τοῦ Φειδίου κατὰ τὸν
νόμον. Μάντα ἡ ἀπελευθερωθεῖσα [ὑ]-
πὸ Δαμαγήτου τοῦ Μενί<ππ>ου κατὰ τὸν νόμον.
Εὐτυχὶς ἡ ἀπελευθερωθεῖσα ὑπὸ Ἀνδρο-
10 μάχου τοῦ Δαό{ρ}χου {²⁶Δαόχου}²⁶ κατὰ τὸν νόμον.
Στρατόνικος ὁ ἀπελευθερωθεὶς ὑπὸ Ἀγε-
μάχου τοῦ Ἐξαδίου κατὰ τὸν νόμον.
Σωσίας καὶ Μόσχιον οἱ ἀπελευθερωθέντες [ὑ]-
[π]ὸ Φειδίου τοῦ Εὐάνδρου κατὰ τὸν νόμον.
15 Εὐτυχὶς ἡ ἀπελευθερωθεῖσα ὑπὸ Ἡγήσω-
ν̣ος τοῦ Νικομήδου κατὰ τὸν νόμον.
Ἀντιγόνα ἡ ἀπελευθερωθεῖσα ὑπὸ Λέοντος
τοῦ Λέοντος τοῦ Σιμύλου κατὰ τὸν νόμον.
Διογένης ὁ ἀπελευθερωθεὶς ὑπὸ Ἀγασικρά-
20 τους τοῦ Μένωνος καὶ Θεανοῦς τῆς Δημητρίου
κατὰ τὸν νόμον. Ῥοῦφα ἡ ἀπελευθερωθεῖσα [ὑ]-
πὸ Ἀριστοκράτους τοῦ Σωσιπάτ[ρου] κατὰ τὸν νό-
μον. Διονυσία ἡ ἀπελευθερωθεῖσα ὑπὸ Ἀ̣[γα]-
σικράτους τοῦ Μένωνος καὶ Θεανοῦς τῆς Δημ[η]-
25  τρίου κατὰ τὸν νόμον. Εὐήμερος ὁ ἀπε-
λευθερωθεὶς ὑπὸ Φιλολ̣ά̣ου τοῦ Σιμύλου κατὰ
τὸν νόμον.  στρατηγοῦντος Μνασιμά-
χου· Διονύσιος καὶ Ζώπυρος οἱ ἀπελευθ[ε]-
ρωθέντες ὑπὸ Κυδίππου τοῦ Ἀριστολάου κατὰ
30 τὸν νόμον. Ἀφροδισία ἡ ἀπελευθερωθεῖσα ὑπὸ
     Παυσανίου τοῦ Εὐνίκου κατὰ τὸν νόμον.
Εὐφροσύνη ἡ ἀπελευθερωθεῖσα ὑπὸ
Λύκου τοῦ Πολυξένου κατὰ τὸν νό-
μον. ἐπὶ Μνησιμάχου· Φιλίστα ἡ καλο[υ]-
35 [μ]ένη καὶ Σύρα ἀπελευθερωθεῖσα ὑπὸ Τιμάρ-
[χ]ου τοῦ Φιλοξένου κατ’ ὑοθεσίαν δὲ Πτολεμα[ί]-
[ο]υ Λαρισαίου κατὰ τὸν νόμον. Ἀπολλώνιος
ἀπελευθερωθε[ὶς]    ὑπὸ Ἀσάνδρου
[τ]οῦ Σοφοκλέου κατὰ τ̣[ὸ]ν [νόμο]ν. Οἰκ̣[ου]-
40 μ̣ένη(?) ἡ ἀπελευθερωθεῖσα ὑπ[ὸ] Ἀντικρά-
τους τοῦ Μένωνος κατὰ τὸν νόμον.
ἐπὶ Φιλοξενίδου· Πάμφιλος Διονυσίου ὁ
ἀπελευθερωθεὶς ὑπὸ τῆς Ἀτραγίων πόλε-
[ω]ς κατὰ τὸν νόμον. Νίκη ἡ ἀπελευθε[ρω]-
45 [θεῖ]σα ὑπὸ Ἱπποκλέους κατὰ τὸν νόμον.
face B.1 titulus adeo detritus ut nulla vestigia legi possint
Search Help
Contact Us