| frg. a.1 | [ψυχὴν μὲν σοφίη]ς ὑποφήτορα θεσπέσιον κῆρ |
| [καὶ νόον ἠγα]θέης v ἔμπλεον ἱστορίης | |
| [οὐρανός, ὅσπερ] ἔδωκεν, ἐδέξατο, σῶμα δέ γαῖα | |
| Ἀ[τθὶς] ἐπ̣[ωνυ]μίην v Πιερίδων τέμενος. | |
| 4a | ⸐ |
| ἄλλο. | |
| 5 | φῶτα θεουδίηι μεμελημένον ἐξέτι τύτθου |
| ἐς τέλος εὐϊέροισιν ἀριστεύσαν̣[τα] π̣όνοισιν | |
| ὄλβιον ἐμπε[δ]ό̣μ̣η̣τιν ἐῢν μακάρων ὀαριστήν | |
| γαῖαν ἀπ[αλλά]ξαντα θεοὶ πρὸς Ὄλυμπον ἄγοντες | |
| νέκταρος ἀμ̣[βρο]σ̣ίη̣ς θέσαν <ἔ>μμορον· αὐτὰρ ὁ χῶρος | |
| 10 | ἐνθάδε Μουσάω[ν θνητ]ὸ̣ν̣ [κα]τὰ σῶμα καλύπτει. |
| 10a | ⸐ |
| ἄλλο. | |
| 11 | Νίκων ἀ̣θ̣α̣ν̣άτοισι τετιμένε χαῖρε φίλοισιν. |
| ⸐ |
IG II²
12318