[ ] Thessaliotis — Kierion (Pyrgos Kieriou) — 15-35 AD — cf. Corrigenda p. XII
See also:
1 (I) [— — — — — — — — — — — — — — — — διαφ]έ̣ρωνται πρὸς ἀ[λλή]λας οὐ
[— — — — — — — — — — — — — — — — — —]#⁷Η αἰτεῖται, ὅπως μεθ’ ὅρκου κρυφα[ί]-
[ως — — — — — — — — — — — — — — Μη]τ̣ροπολειτῶν κρινόντων, βραβεύον-
[τος — — — — — — — — — — — — — — τ]ε παρ’ ὑμεῖν ὀφίλοντος, καθ’ ἣν καὶ τῆς κρίσ[ε]-
5 [ως — — — — — — — — — — — — — — —]ν ἠνέχθησαν μεθ’ ὅρκου ψῆφοι Κιεριεῦσ[ι]
[διακόσιαι ἐνενήκοντα ὀκτώ, Μητρο]πολείταις τριάκοντα μία, ἄκυροι πέντε.
(II) [     vacat     Γαΐῳ Ποπ]π̣αίῳ Σαβείνῳ πρεσβευτῇ Τιβερίου Καίσαρ[ος]
[ὁ δεῖνα τοῦ δεῖνος, γραμματε]ὺς τῶν συνέδρων πλεῖστα χαίρειν. ἔγρα-
[ψας ἡμῖν τὴν Κιεριέων καὶ Μητ]ροπολειτῶν ὑπόθεσιν ἣν εἶχον περὶ ὅρων, ὅ-
10 [τι αὐτὴν ἠξίωσας τοὺς συνέδρου(?)]ς κρῖναι οὓς καὶ ἐδήλους μοι κατ’ ὄψιν ἐν Αἰδε-
[ψῷ· ἐμὲ δ’ εὖ ἴσθι εὐθὺς οἴκαδε ἀ]ναγαγόντα προθεῖναι τὴν κρίσιν ἐν τῷ ἐνε-
[στηκότι Θεσσαλῶν τῶν? ἐν Λα]ρίσῃ συνεδρίῳ τῷ ἐν τῷ Θύῳ μηνί· συνελθόντ<ω>[ν]
[δὲ καὶ ἀμφοτέρων ἐπὶ τ]ὴ̣ν κρίσιν καὶ λόγων ὑπ’ αὐτῶν γενομένων, ἐνηνέ-
[χθαι τὰς ψήφους κρυφαίως μεθ’] ὅρκου Κιεριεῦσιν μὲν διακοσίας ἐνενήκον[τα]
15 [ὀκτώ, Μητροπολείταις δὲ τριάκοντ]α μίαν, ἀκύρους πέντε. ταῦτα ἐπιτήδειον ἡγη-
[σάμεθα γράψαι. ἔρρωσο? (III) Γαΐῳ Ποπ]παίῳ Σαβείνῳ πρεσβευτῇ Τιβερίου Καίσα[ρος]
[ὁ δεῖνα τοῦ δεῖνος, στρατη]γὸς Θεσσαλῶν χαίρειν· ἔγραψας κἀμοὶ καὶ το[ῖς]
[συνέδροις τὴν Κιεριέων τε καὶ] Μ̣ητροπολειτῶν ὑπόθεσιν, ἣν εἶχον περὶ ὅρων, ὅ-
[τι τὸ συνέδριον τὴν περὶ τούτων] διάγνωσιν ἀνέπεμψεν. γείνωσκε οὖν εἱρημ[έ]-
20 [νους τοὺς συνέδρους τοὺς ἐν τῷ Θύ]ῳ μηνὶ καὶ ἐνηνεγμένας μεθ’ ὅρκου κρυφαί-
[ως τὰς ψήφους Κιεριεῦσιν] μὲν διακοσίας ἐνενήκοντα ὀκτώ, Μητρ[ο]-
[πολείταις δὲ τριάκοντα μίαν, ἀκύρους π]έ̣ντε· ταῦτα οὖν ἐπιτήδειον ἡγησ[ά]-
[μεθα γράψαι, ὅπως — — — — — — — — — — —]ον τὸ βέβαιον ἡ κρίσις ὑπό σου λάβῃ ἐπι-
[— — — — — — — — — — — — — — — — — — — —]      vacat
Search Help
Contact Us