[ ] Achaia Phthiotis — Melitaia — ca. 145 BC — cf. Corrigenda pp. X-XI
1 Μελιταιέοις καὶ Πηρέοις ἔκριναν οἱ ὑπὸ τῶν Αἰτωλῶν αἱρεθέν-
τες δικασταὶ Δωρίμαχος Πολεμαῖος Ἀργεῖος Καλυδώνιοι αὐτῶν
ἐπιχωρησάντων ἐξ ὁμολόγων· ὅρια μὲν εἶμεν τᾶς χώρας Μελιταιέ-
οις καὶ Πηρέοις, ὡς ὁ Ἀκμεὺς ἐμβάλλει ἐν τὸν Εὐρωπόν, καὶ ἀπὸ τοῦ
5 Ἀκμέος ἐν τὰν παγὰν τοῦ Γαλαίου, καὶ ἀπὸ τοῦ Γαλαίου ἐν τὰν Κολώ-
ναν, καὶ ἀπὸ τᾶς Κολώνας ἐπὶ τὸ Ἑρμαῖον ἐπὶ τὰ Εὐρύνια, καὶ ἀπὸ τῶν Ε[ὐ]-
ρυνίων κατὰ τῶν ἄκρων, ὡς ὕδωρ ῥεῖ ἐν τὸν Εὐρωπόν, ἐκ τοῦ Εὐρω-
ποῦ ἐν τὸν Ἐλιπῆ, ἐκ τοῦ Ἐλιπέος ἐν τὸ νέμος τὸ ἄγον ἐν τὰν [μπε]-
λον, ἀπὸ τᾶς Ἀμπέλου κατὰ τῶν ἄκρων ἐπὶ τὸ Ὕπατον, ἀπὸ
10  τοῦ Ὑπάτου ἐν τὸν Κερκινῆ, ἀπὸ τοῦ Κερκινέος ἐν
 τὰν Μύνιν, ἀπὸ τᾶς Μύνιος ἐν τὸν Εὐρωπόν, τοῦ Σκαπεταίου
καὶ τοῦ Εὐρωποῦ ἐν τὰν συμβολάν. τὰν δὲ δαμοσίαν χώ-
ραν τούς τε Καράνδας καὶ τὰν Φυλιαδόνα μὴ ἀποδόσθων Με-
λιταεῖς ὥστε πατρώιαν ἔχειν τὸν πριάμενον, πολιτευόντω[ν]
15 Πηρέων μετὰ Μελιταιέων, ἀλλὰ κατ’ ἄνπαλον μισθούντω κα-
θὼς καὶ τὸ πρότερον. εἰ δέ κα ἀποπολιτεύωντι Πηρεῖς ἀπὸ Μελ[ι]-
ταέων, περὶ μὲν τᾶς χώρας ὅροις χρήσθων τοῖς γεγραμμένοις καὶ ἔ-
χοντες ἀποπορευέσθων βουλευτὰν ἕνα καὶ τὰ δάνεια συναπο-
τινόντω ὅσα κα ἁ πόλις ὀφείλῃ κατὰ τὸ ἐπιβάλλον μέρος
20 τοῦ βουλευτᾶ καὶ ἐμφερόντω τὰ ἐν τ̣οὺς Αἰτωλοὺς γινόμε-
να κατὰ τὸν βουλευτάν. ἀποδόντων δὲ οἱ Πηρεῖς τὰς δεκάτας
τὰς γινομένας τοῖς δανεισταῖς, ἃς ὀφείλοντι ἐτέων τριῶν ἀ-
ναβολὰν λαβόντες ἔτη τρία· ὅσα δὲ καὶ πρότερον ἐλάμβανον ο[ἱ]
Πηρεῖς πὰρ τᾶς πόλιος κατ’ ἐνιαυτὸν τοῖς τε ἀρχόντοις ἀργυρίου
25 μνᾶς τρεῖς καὶ κάρυκι στατῆρας δέκα καὶ εἰς τὸ ἔλαιον τοῖς νεανί-
οις στατῆρας δέκα καὶ εἰς τὰν θυσίαν τῶν Σωτηρίων στατῆρας πέντε,
καὶ νῦν λανβανόντω καὶ τὰ λοιπὰ ἐπιμελέσθω ἁ πόλις τῶν Μελιται-
έων τῶν κοινῶν τῶν ἐμ Πηρέοις καθὼς καὶ τὸ πρότερον. νόμοις δὲ χρήσ-
θων Πηρεῖς τοῖς αὐτοῖς καὶ Μελιταεῖς. τὰς δὲ ἐν ἀγορανόμοις δίκας γινομ[έ]-
30 νας Πηρέοις ποτὶ Πηρεῖς κατὰ τετράμηνον δικαζόντω ἐμ Πηρέοις οἱ ἐγ Με-
λιτείας ἀγορανόμοι. ἀναγραφήτω δὲ ταῦτα ἐν στάλας ἔν τε Μελιτείαι
καὶ ἐν Δελφοῖς καὶ ἐν Καλυδῶνι καὶ ἐν Θέρμωι. μάρτυρες τὸ συνέδριον ἅ-
παν τὸ ἐπὶ γραμματέος Λύκου καὶ οἱ προσ{σ}τάται {²⁶προστάται}²⁶ τοῦ συνεδρίου [Ὀρ]-
θόλαος {²⁷[Πει]θόλαος(?)}²⁷ Σπάττιος, Δύσωπος Ἀπολλωνιεὺς καὶ ὁ γραμματεὺς [Λύ]-
35 κος Ἐρυθραῖος καὶ ὁ ἱππάρχας Ἀλέξων Ἑρμάττιος, Πανταλέω[ν Πε]-
τάλου Πλευρώνιος, Νικόστρατος Νικοστράτου Ναυπάκτιος,
Δαμόξενος Θε<ο>δώρου Ἡρακλεώτας.
Search Help
Contact Us