1 | ἀγ[αθᾶι τύχαι]· |
στραταγέοντο[ς τῶν Θεσσ]α̣λῶν Τιμασιθέου τ[οῦ — — — — — ἀρχόντων δὲ] | |
ἐν Λαμίαι Φίλωνος τοῦ Ε[ὐβου]λίδα, Ἀγέα τοῦ Νικοδάμου, Κλεομέν[εος τοῦ — —, μηνὸς] | |
Θύου δευτέραι, προστατεύοντος τᾶς ἐκλησίας τῶν ταγῶν Φίλω[νο]ς, Πυρρία τοῦ Ε[ὐ]- | |
5 | βουλίδα εἴπαντος· ἐπεὶ Μητρόδωρος Ἀνδρομένεος Πελινναεὺς ὑπάρχων ἱππιατρὸς |
καὶ ἀνεστραμμένος ἐν τᾶι ἁμετέραι πόλει χρόνον πλείω τάν τε ἀναστροφὰν καὶ ἐπ̣[ι]- | |
DAMI/AN E)POIEI=TO KAQW\S E)PE/BALLE A)NDRI\ KALW=I KAI\ A)GAQW=I DIA/ TE OU(= METEXEIRI/ZETO E)PI[T]A- | |
δεύματος ὠφέλει τῶν πολιτᾶν τοὺς ἐντυνχάνοντας αὐτῶι ἄνευ μισθοῦ, σπουδᾶς | |
καὶ φιλοτιμίας οὐθὲν ἐνλείπων, παρακληθείς τε ἐπὶ τὸ ἔργον ἐπεδέξατο ἐπὶ τῶι συνφέ- | |
10 | ροντι τᾶι πόλει, καὶ φαμένου Πυρρία δεῖν αὐτῶι ἀποδοθῆμεν χάριτας, ἔδοξε τᾶι πόλει· ἐπαι- |
νέσαι τε Μητρόδωρον Ἀνδρομένεος Πελινναῆ ἐπὶ τᾶι ἀναστροφ[ᾶι] κα[ὶ τᾶι κατὰ τὸ] ἐπιτά- | |
δευμα φιλοτιμί[αι] καὶ δεδόσθαι αὐτῶι καὶ ἐγγόνοις αὐτοῦ προξενίαν, πολιτείαν, ἰσο- | |
τέλειαν, ἔνκτησιν γᾶς καὶ οἰκίας καὶ ἀσφάλειαν καὶ ἀσυ[λίαν κα]ὶ πολέμου καὶ | |
ε[ἰ]ράνας καὶ κατὰ γᾶν καὶ κατὰ θάλασσαν ἐν τὸν ἅπαντα χρόνον καὶ τὰ λοιπὰ | |
15 | πάντα φιλάνθρωπα ὅσα καὶ τοῖς ἄλ<λ>οις προξένοις καὶ εὐε[ργ]έτ[αι]ς δίδοται παρὰ τᾶ[ς] |
πόλιος· ἔγγυος τᾶς προξενίας Σάτυρος Ῥύβα. |
IG IX,2
69