[ ] Malis — Lamia — ca. 130 BC — SGDI II 1447
See also:
1       ἀγ[αθᾶι τύχαι]·
 στραταγέοντο[ς τῶν Θεσσ]α̣λῶν Τιμασιθέου τ[οῦ — — — — — ἀρχόντων δὲ]
ἐν Λαμίαι Φίλωνος τοῦ Ε[ὐβου]λίδα, Ἀγέα τοῦ Νικοδάμου, Κλεομέν[εος τοῦ — —, μηνὸς]
Θύου δευτέραι, προστατεύοντος τᾶς ἐκλησίας τῶν ταγῶν Φίλω[νο]ς, Πυρρία τοῦ Ε[ὐ]-
5 βουλίδα εἴπαντος· ἐπεὶ Μητρόδωρος Ἀνδρομένεος Πελινναεὺς ὑπάρχων ἱππιατρὸς
καὶ ἀνεστραμμένος ἐν τᾶι ἁμετέραι πόλει χρόνον πλείω τάν τε ἀναστροφὰν καὶ ἐπ̣[ι]-
δαμίαν ἐποιεῖτο καθὼς ἐπέβαλλε ἀνδρὶ καλῶι καὶ ἀγαθῶι διά τε οὗ μετεχειρίζετο ἐπι[τ]α-
δεύματος ὠφέλει τῶν πολιτᾶν τοὺς ἐντυνχάνοντας αὐτῶι ἄνευ μισθοῦ, σπουδᾶς
καὶ φιλοτιμίας οὐθὲν ἐνλείπων, παρακληθείς τε ἐπὶ τὸ ἔργον ἐπεδέξατο ἐπὶ τῶι συνφέ-
10 ροντι τᾶι πόλει, καὶ φαμένου Πυρρία δεῖν αὐτῶι ἀποδοθῆμεν χάριτας, ἔδοξε τᾶι πόλει· ἐπαι-
νέσαι τε Μητρόδωρον Ἀνδρομένεος Πελινναῆ ἐπὶ τᾶι ἀναστροφ[ᾶι] κα[ὶ τᾶι κατὰ τὸ] ἐπιτά-
δευμα φιλοτιμί[αι] καὶ δεδόσθαι αὐτῶι καὶ ἐγγόνοις αὐτοῦ προξενίαν, πολιτείαν, ἰσο-
τέλειαν, ἔνκτησιν γᾶς καὶ οἰκίας καὶ ἀσφάλειαν καὶ ἀσυ[λίαν κα]ὶ πολέμου καὶ
ε[ἰ]ράνας καὶ κατὰ γᾶν καὶ κατὰ θάλασσαν ἐν τὸν ἅπαντα χρόνον καὶ τὰ λοιπὰ
15 πάντα φιλάνθρωπα ὅσα καὶ τοῖς ἄλ<λ>οις προξένοις καὶ εὐε[ργ]έτ[αι]ς δίδοται παρὰ τᾶ[ς]
πόλιος· ἔγγυος τᾶς προξενίας Σάτυρος Ῥύβα.
Search Help