[ ] Boiotia — Akraiphia: Ptoion — 178-146 BC
1 Πυθοκλῆς Δω[— — — — εἶπεν· ἐπειδὴ παραγενόμενοι]
παρὰ τῆς πόλεως Ἀ[κραιφιέων πρὸς ἡμᾶς πρεσβευταὶ]
καὶ θεωροὶ ὅ τε προφή[τ]ης [τοῦ Ἀπόλλωνος Πυθίων Ἀθανίου]
[κ]αὶ μετ’ αὐτοῦ Φιλόμηλος Θεο[δώρου, οἱ δ’ αὐτοὶ ἀνανεωσάμενοι]
5 [τ]ὴν συγγένειαν καὶ φιλίαν τὴν ὑπάρχου[σαν ταῖς πόλε]-
σι πρὸς ἑαυτὰς παρεκάλουσαν ἀποδέξασθ[αι καὶ]
συναύξειν τὴν πόλιν καθὼς καὶ πρότε[ρον τήν τε]
θ[υ]σίαν καὶ ἐκεχειρίαν καὶ ἀσφάλειαν [καὶ τὸν ἀγῶνα]
τῶν Πτωΐων ὃν τίθησιν ἡ πόλις αὐ[τῶν κατὰ πεντα]-
10 ετηρίδα θυμελικὸν στεφα[νίτην τῷ Ἀπόλλωνι τῷ]
Πτωΐωι· δεδογμένον εἶναι [τοῖς τε συνέδροις καὶ τῷ δήμῳ],
ἀποκρίνασθαι τοῖς τε [πρεσβευταῖς καὶ θεωροῖς καὶ τῇ]
πόλει Ἀκραιφιείων, [ὅτι ὁ ἡμέτερος δῆμος διατηρῶν τὴν φιλίαν]
τὴ[ν] ὑπάρχο[υσαν ταῖς πόλεσι πρὸς ἀλλήλας — — — — — — — —].
Search Help
Contact Us