[ ] Boiotia — Akraiphia: Ptoion — 178-146 BC
col. A.1                    Ὀρχομενίων.
                          vacat
2 [ἐ]πειδὴ παραγενόμενοι πρεσβευταὶ π[αρὰ τῆς]
πόλεως Ἀκραιφιέων ὅ τε προφή[τ]ης τοῦ [πόλλω]-
νος Πυθίων Ἀθανίου καὶ Φιλόμηλος Θεο[δ][ρου],
5 οἱ δ’ αὐτοὶ καὶ θεωροί, ἄνδρες καλοὶ κἀγαθο[ί, τά τε]
γράμματα ἀπέδωκαν ἃ ἐ[γ]εγρά[φ]εισαν [πρὸς τὴν]
πόλιν ἡμῶν οἱ τε πολέμαρχοι καὶ οἱ σύνεδρο[ι Ἀκραι]-
φιέων [κ]αὶ ὁ ἀγωνοθέτης τῶν Πτωΐων Πολ[— — — —]
Καλλικλέους, [κ]α[ὶ] αὐτοὶ ἐπελθόντε[ς ἐπὶ τὸ συνέδρι]-
10 ον καὶ τὸν δῆμον ἀνενεώσαντο τ[ήν] τε συ[γγένειαν]
καὶ φι[λί]αν τὴν ὑπάρχουσαν [ταῖς] πόλεσιν [πρὸς ἀλλή]-
λας, παρε[κ]άλουν τε Ὀρχομενίους ἀπο[δέξασθαι]
τήν τε θυσίαν καὶ τὸν ἀγώνα τῶν Πτωΐων [ὃν]
τ[ι]θέ[α]σιν Ἀκραιφιεῖς [πε]ντέ[τειρον] τῶι Ἀπόλλνι τῷ]
15 Πτωΐωι στεφανίτην θ[υμ]ελικόν· [ἐπεὶ οὖν καθήκει]
[τοὺ]ς Ὀρχομενίους [ἐπὶ] πλ[εῖ]ον [τὰς εἰς τὸν θε]-
ὸν τιμὰς συνεπαύξειν κα[ὶ τὴν πρὸς το]ὺς [σ]υ[γγε]-
νεῖς εὔνοιαν καὶ φιλίαν, [δ]ε[δογμένον εἶναι]
τοῖς τε συνέδροις κ[α]ὶ τῶι δ[ήμῳ], ἀποδέ[ξασθαι τήν τε]
20 θ[υ]σ[ί]αν καὶ τὸν ἀγῶνα τῶ[ν Πτωΐων — — — — — — —]
δο[— — — — — — — — — — — — — — — — — — — — — —]
col. B [ἐπαινέσαι δὲ τοὺς πρεσβευτὰς καὶ θεω]-
[ροὺς ἐπί τε τῇ ἀναστροφῇ καὶ ἐνδημίᾳ]
22 [ἣν πεποί]ηνται ἀξίως ἑ[κατέρων τε τῶν πόλεων]
[καὶ ἑαυτ]ῶν· δοῦναι δὲ αὐτ[οῖς τὸν ταμίαν]
[καὶ ἀπαρ]χ̣ὴν τὸ ἐκ τοῦ νόμου α[— — — —]
25 [δραχμὴν ἀργ]υρ[ί]ου μίαν τρεῖς ὀβολούς·
[καλέσαι δὲ] αὐτοὺς καὶ ἐπὶ ξένια εἰς
[τὸ πρυτα]νεῖον ἐπὶ τὴν κοινὴν ἑστίαν τ[ῆς]
[πό]λεως· [ἑ]λέσθαι δὲ αὐτοῖς καὶ θε[ωρο]-
[δό]κον. εἱρέθη Ἀμεινάδας Εὐμή-
30 [λου].
Search Help
Contact Us