[ ]
Megaris — Megara — undated
| 1 | ἐπειδὴ Ἀθηναγόρας Γλαυκίου |
| Περίνθιος εὔνους ἐὼν διατελεῖ | |
| καὶ εὐεργέτας τοῦ δάμου τοῦ Μεγα- | |
| ρέων, ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι | |
| 5 | βουλᾶι καὶ τῶι δάμωι, πρόξενον |
| εἶμεν αὐτὸγ καὶ ἐκγόνους κατὰ | |
| τὸν νόμον, εἶμεν δὲ αὐτῶι ἀσυλί- | |
| αγ καὶ ἐμ πολέμωι καὶ κατὰ γᾶγ | |
| καὶ κατὰ θάλασσαν, καὶ προεδρίαν | |
| 10 | ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς ἁ πόλις τί- |
| θητι· ἀγγραψάτω δὲ τόδε τὸ δόγ- | |
| μα ὁ γραμματεὺς τοῦ δάμου ἐν σ- | |
| τάλαι λιθίναι καὶ ἀνθέτω εἰς τὸ | |
| Ὀλυμπιεῖον. βασιλεὺς Πασιάδας· | |
| 15 | ἐστρατ<ά>γουν Διονύσιος Πυρρίδα, |
| Δαμέας Ματρο[κλέος, Ἀντίφιλος] | |
| <Σ>μάχου, Μν[ασίθεος Πασίωνος], | |
| Ἑρκίων Τέ[λητος· γραμματεὺς] | |
| βουλᾶς [καὶ] δά[μου, Ἵππων] | |
| 20 | [Παγ]χάρ[εος]. |