[ ] Boiotia — Chaironeia — 2nd c. BC
1 ἄρχοντος Θεοδώρου, μηνὸς Θυ-
ΐου πεντεκαιδεκάτῃ, Ἀγαθὼ Ἀ-
ναξίπ<π>ου, παρόντος αὐτῇ καὶ σ-
υνευαρεστοῦντος τοῦ υἱοῦ
5 Ἀρχεδάμου τοῦ Ὀλυνπίχου, ἀνα-
τίθησι τοὺς ἰδίους δούλους Ζω-
ΐλον καὶ Καφισίαν ἱεροὺς τῷ Σε-
ράπιδι, τὴν ἀνάθεσιν ποιουμένη
διὰ τοῦ συνεδρίου κατὰ τὸν νόμον.
Search Help
Contact Us