[ ] Boiotia — Chaironeia — 2nd c. BC
1    ἄρχοντος Ἀντίγωνος, μηνὸς
    Προστατηρίου πεντεκαιδεκάτηι,
     Μίλων Ἱππίνου καὶ Τηλεμαχὶς Εὐ-
   βούλου ἀνατιθέασιν τὰ ἴδια δουλι-
5   κὰ κοράσια Ἀλεξάνδραν καὶ Θαυμασ-
  τὰν ἱερὰ τῶι Σαράπει, μηθενὶ μηθὲν
 προσηκούσας, παραμηνάσας δὲ Μί-
   λωνι καὶ Τηλεμαχίδι ἑκατέροις ἕως
   ἂν ζῶσιν ἀνεγκλήτως, τὴν ἀνάθε-
10 σιν ποιούμενοι διὰ τοῦ συνεδρίου κατὰ
τὸν νόμον.
Search Help
Contact Us