[ ] Boiotia — Orchomenos — 222-200 BC
face a.102 (I) τοὶ πολέμαρχοι τοὶ ἐπὶ Πολυκράτιος
ἄρχοντος, Φιλόμειλος Φίλωνος,
Καφισόδωρος Διωνυσίω, Ἀθανόδω-
105 ρος Ἵππωνος, ἀνέγραψαν καθὼς
ἐποείσανθο τὰν ἀπόδοσιν τῶν δα-
νείων τῶν Νικαρέτας κὰτ τὸ ψά-
φισμα τῶ δάμω. (II) <μει>ν<ὸ>ς Ἀλαλκομενίω
ϝικάστη κὴ ἕκτη, ἐπεψάφιδδε
110 Φιλόμειλος Φίλωνος, Καφισόδωρος
Διωνουσίω ἔλεξε· προβεβωλευμένον
εἶμεν αὑτῦ ποτὶ δᾶμον, ἐπιδεὶ ἐπεψα-
φίττατο ὁ δᾶμος ἀποδόμεν Νικαρέτη {ι}
Θίωνος τὸν ταμίαν τὸν προάρχοντα
115 τὰν τρίταν πετράμεινον ἀπὸ [τ]ᾶν ὑπερ-
αμεριάων τᾶν ἰωσάων κὰτ τᾶς πόλιος ὃ ἐ-
πίθωσε αὐτὰν ἁ πόλις, ἀργουρίω δραχμὰς
μουρίας ὀκτακισχιλίας ὀκτακατίας τριά-
κοντα τρῖς, κὴ τὼς πολεμάρχως ἀνελέσ-
120 θη τάν τε σύνγραφον, ἃν ἔδωκαν οὑπὲρ
[ο]ὕτων τῶν χρειμάτων κατ’ α[ὐ]τὺ αὐτῶ[ν]
κὴ ὁ ταμίας κὴ ὧν ποθείλετο Νικαρέτα δέκ[α],
κὴ τὰς ὑπεραμερίας διαγράψασθη τὰ<ς> κ[ὰτ]
τᾶς πόλιος τὰς ἐπὶ Ξενοκρίτω ἄρχοντος
125 ἐν Θεισπιῆς, κὴ οὗτα ϝεϝυκονομειόντων
τῶν πολεμάρχων, κὴ τῶ ταμίαο ἀποδόν-
τος τὰ χρείματα κὰτ τὸ ὁμόλογον τὸ πὰρ
Θιόφεστον Θιοδώρω Θεισπιεῖα τεθέν,
δεδόχθη τῦ δάμυ, τὼς πολεμάρχως,
130 ἐπί κα τὸ ψάφισμα κούριον γένειτη, ἀγγρά-
ψη ἐν στάλαν λιθίναν τό τε ψάφισμα οὗτο
κὴ τὸ οὑπὲρ τᾶς ἀποδόσιος, κὰτ <τ>αυτὰ δὲ κὴ
τὰς ὑπεραμερίας τὰ<ς> κὰτ τᾶς πόλιος τὰς Νι-
καρέτας, κὴ τὸ ὄν̣ιουμα τῶ γραμματεῖος τῶ δ[ι]-
135 αγράψαντος αὐτὰς κὴ τὰν σύγγραφον τὰν
τεθεῖσαν πὰρ Ϝιφιάδαν κὴ τὸ ἀντίγραφον {κὴ}
{τὸ ἀντίγραφον} τῶ ὁμολόγω τῶ τεθέντος πὰρ Θιό-
φεστον κὴ τὰν διαγραφὰν τῶν χρειμάτων ὧν
ἔγραψαν αὐτῆ διὰ τρεπέδδας, κὴ τὸ ἄλωμα
140 ἀπολογίτταστη ποτὶ κατόπτ̣α<ς>· [π]όρον δ’ εἶμεν
ἀπὸ τῶν πολιτικῶν #⁵⁶ (III) Δαματρίω νιουμεινίη̣
πετράτη, ἐπεψάφιδδε Κ[α]φισόδωρος Διω-
νουσίω, Ἀθανόδωρος Ἵππωνος ἔλεξε· προβε-
[β]ωλευμένον εἶμεν αὑτῦ ποτὶ δᾶμον, ἐπιδεὶ
145 παργενομένας Νικαρέτας Θίωνος Θεισπικᾶς
[κ]ὴ πραττώσας τὸ δάνειον τὰν πόλιν κὰτ τὰς οὑπε[ρ]-
αμερία[ς] τὰς ἰώσας αὐτῆ, [ἀνα]γκάσ<θεισ>αν τὺ πολέμ[αρ]-
χυ κὴ ὁ ταμίας σουγχωρείσαντος τῶ δάμω δόμεν
[κ]ατ’ αὐ[τὺ] αὐ[τ]ῶ̣ν σούνγραφον πὸτ τῆ οὑπαρχώση οὑπε[ρ]-
150 α̣μερίη, ἐ[ν τ]άν κα ἐνενιχθεῖ ἁ ἀνφορὰ ἐν οὗτο, κ<ὴ>
κομίττ[η] τὰ συνχωρειθέντα χρείματα,
δεδόχθη τῦ δάμυ, τὸν ταμίαν τὸν [π]ροάρχοντα
[τὰν] τρίτ<α>[ν] πετράμεινον ἀποδόμεν πεδὰ τῶν
πολεμάρχων Νικαρέτη ἀργ[υ]ρίω δραχμὰς μυρίας
155 [ὀκ]τακισχειλίας ὀκτακατία[ς] τριάκ[ο]ντα τρῖς Πολυ-
κράτιος ἄρχοντος ἐν τῦ Δαματρίυ μεινί, κὴ τὰς ἐ[μ]-
πράξις τὰς ἰώσας Νικα[ρέτη κὰτ] τᾶς πόλιος Ξεν[ο]-
κρίτω ἄρχοντος ἐν Θεισπιῆς πάσας διαλιάνασ[θη]
τὼς πολεμάρχως, κὴ τὰν σουνγραφὰν ἃν ἔχι κὰτ τ[ῶν]
160 πολεμάρχων κὴ τῶ ταμίαο ἀνελέσθη· πόρον [δ’ εἶ]-
μεν ἐν οὗτο ἀπὸ τῶν τᾶς πόλιος ποθοδωμάτων πάντ[ων].
(IV) Ξενοκρίτω, Ἀλαλκομενίω #⁵⁶ Νικαρέτα Θέωνος τᾶς π[ό]-
λιος Ἐρχομενίων κὴ τῶ ἐγγύω Θίωνος Συννόμω· τἀπ-
πάματα μούριη ὀγδοείκοντα πέντε δίου<ο> ὀβολίω
165 κὴ τῶ τεθμίω ϝίστωρ Ἀριστόνικος Πραξιτέλιος.
Λιουκίσκω, Θιουίω· τὸ σουνάλλαγμα· Νικαρέτα Θίω-
νος τᾶς πόλιος Ἐρχομενίων κὴ τῶ ἐγγούω Θίωνος
Σουννόμω τἀππάματα δισχείλιη πεντακάτιη̣
κὴ τῶ τεθμίω ϝίστωρ ὁ αὐτός. Λιουκίσκω, Ὁμολωΐω·
170 [τ]ὸ σουνάλλαγμα· Νικαρέτα Θίωνος τᾶς πόλι[ος]
Ἐρχομενίων κὴ τῶ ἐγγούω Θίωνος Σουννόμω τἀπ-
πάματα πετρακισχείλιη κὴ τῶ τεθμίω ϝίστωρ
ὁ αὐτός. χρόνος ὁ αὐτός· Νικαρέτα Θίωνος τᾶς πόλιος
[Ἐ]ρχομενίων κὴ τῶ ἐγγούω Θίωνος Σουννόμω τἀππά-
175 ματα χείλιη κὴ τῶ τεθμίω ϝίστωρ ὁ αὐτός. Λιουκίσκ[ω],
[Θε]ιλουθίω· τὸ σουνάλλαγμα· (V) διαγράψη τὰς οὑπερ[α]-
[μ]ερίας τὰς Νικαρέτας ἐν Θεισπιῆς τὰς κὰτ τᾶς
[π]όλιος· τῶν τεθμοφουλάκων γραμματεὺς Σα[— —].
                   vacat
face b.1 (VI) ἐδάνεισεν Νικαρέτα Θέωνος
Θεσπική, παρόντος αὐτῆι κυ-
ρίου τοῦ ἀνδρὸς Δεξίππου Ε[ὐ]-
νομίδου, Καφισοδώρωι Δι[ο]-
5 νυσίου, Φιλομήλωι Φίλωνος,
Ἀθανοδώρωι Ἵππωνος, Πο[λυ]-
κρίτωι Θάροπος, καὶ ἐγγύοις
εἰς ἔκτεισιν τοῦ δανείου,
Μνάσων Μέκγαο, Τελεσίας
10 Μέκγαο, <Ἐ>λασίππωι Ξενοτί-
μου, Εὐάρει Εὐχώρου, Περι-
λάωι Ἀναξίωνος, Διονυσο-
δώρωι Καφισοδώρου, Κωμί-
ναι Τελεσίππου, Ὀνασίμωι
15 Θεογείτονος, Καφισοδώρωι
Δαματρίχου, Νικοκλεῖ Ἀθα-
νοδώρου Ὀρχομενίοις, ἀργυ-
ρίου δραχμὰς μυρίας ὀκτα-
κισχειλίας ὀκτακοσίας τρι-
20 άκοντα τρεῖς ἄτοκον ἐχ Θεσ-
πιῶν εἰς τὰ Παμβοιώτια τὰ ἐ-
π’ Ὀνασίμου ἄρχοντος Βοιωτοῖ[ς].
ἀποδότωσαν δὲ τὸ δάνειον
οἱ δανεισάμενοι ἢ οἱ ἔγγυ-
25 οι Νικαρέται ἐν τοῖς Πανβοι-
ωτίοις πρὸ τῆς θυσίας ἐν ἡμέ-
ραις τρισίν. ἐὰν δὲ μὴ ἀποδῶσ[ι],
πραχθήσονται κατὰ τὸν νό-
μον· ἡ̣ δὲ πρᾶξις ἔστω ἔκ τε
30 αὐτῶν τῶν δανεισαμένων
καὶ ἐκ τῶν ἐγγύων, καὶ ἐξ ἑνὸ[ς]
καὶ ἐκ πλειόνων καὶ ἐκ πάν-
των, καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτοῖς, πραττούσηι ὃν ἂν τρό-
35 πον βούληται. ἡ δὲ συγγραφὴ
κυρία ἔστω κἂν ἄλλος ἐπι-
φέρηι ὑπὲρ Νικαρέτας. μάρ-
τυρες· Ἀριστογείτων Ἁρμο-
ξένου, Ἰθιούδικος Ἀθανίαο,
40 Ϝιφιάδας Τιμοκλεῖος, Φαρ-
σάλιος Εὐδίκου, Καλλέας Λυ-
σιφάντου, Θεόφεστος Θεοδώ-
ρου, Εὐξενίδας Φιλώνδου
Θεσπιεῖς. ἁ σούγγραφος
45 πὰρ Ϝιφιάδαν Τιμοκλεῖος.
(VII) Ὀνασίμω ἄρχοντος Βοιωτοῖ[ς],
μεινὸς Πανάμω, ὁμολογὰ
Νικαρέτη Θίωνος Θεισπικῆ,
παριόντος Νικαρέτη Δεξίπ-
50 πω Εὐνομίδαο τῶ ἀνδρὸς Θε[ι]-
σπιεῖος, κὴ τῆ πόλι Ἐρχομεν[ί]-
ων· παρεῖαν οὑπὲρ τᾶς πόλ[ι]-
ος πολέμαρχοι Καφισόδω-
ρος Διωνουσίω, Φιλόμειλος
55 Φίλωνος, Ἀθανόδωρος Ἵππω-
νος· ἀποδόμεν τὰν πόλιν Ἐρ-
χομενίων Νικαρέτη Θίωνος,
ὃ ἐπίθωσαν οὑπὲρ τᾶν οὑπε-
ραμεριάων τᾶν ἐπὶ Ξενοκρί-
60 τω ἄρχοντος ἐν Θεισπιῆς, ἀρ-
γουρίω δραχμὰς μουρίας ὀκτ[α]-
κισχειλίας ὀκτακατίας τρ[ιά]-
κοντα τρῖς, ἔσχατον Ὀνασ[ί]-
μω ἄρχοντος ἐν τῦ Ἀλαλ[κο]-
65 μενίοι μεινί· σούγγραφον δὲ
γράψασθη τῶ ἀργουρίω τὼς
{τὼς} πολεμάρχως Ἐρχομενίων
κὴ ἐγγούως, ὥς κα δοκιμάδδε̣[ι]
Νικαρέτα, κὴ θέσθη μεσέγγ[υ]-
70 ον πὰρ Ϝιφιάδαν Τιμοκλεῖος
Θεισπιεῖα. ἐπὶ δέ κα κομίττε[ι]-
τη Νικαρέτα τὸ ἀργούριον
face c.73 πὰρ τᾶς πόλιος, ἐσλιανάτω Νικαρέτα τὰς οὑπερ-
αμερίας ἃς ἔχι κὰτ τᾶς πόλιος, τὰς ἐπὶ Ξενοκρίτω
75 ἄρχοντος ἐν Θεισπιῆς πάσας, κὴ τὰν σούγγραφον ἀπο-
δότω Ϝιφιάδας τοῖς πολεμάρχυς κὴ τοῖ ταμίη κὴ το[ῖς]
ἐγγούοις. ἠ δέ κα μεὶ ἀποδώει ἁ πόλις Νικαρέτη τὸ ἀρ-
γούριον ἐν τῦ γεγραμμένυ χρόνυ, τὰς μουρίας κὴ ὀκτ[α]-
κισχειλίας ὀκτακατίας τριάκοντα τρῖς, ἀποδότω
80 τὰν σούγγραφον κὴ τὰς οὑπεραμερίας τὰς κὰτ τᾶς
πόλιος ἅπαν τὸ ἀργούριον τὸ ἐν τῦ ὁμολό[γ]υ γεγραμ-
μένον· <ἠ δέ κα> ἐν τῦ χρόνυ τῦ γεγραμμένυ μεὶ ἐθέλει κ[ο]<μ>ίδδ̣[ε]-
σθη Νικαρέ[τ]α τὸ ἀργούριον, ἀποδότω Ϝιφιάδας τὰν
σούγγραφον τοῖς πολεμάρχοις κὴ τοῖ ταμίη κὴ τοῖς
85 ἐγγούοις, κὴ ποταποπισάτω Νικαρέτα τῆ πόλι Ἐρχο-
μενίων κὴ τοῖς πολεμάρχοις κὴ τοῖ ταμίη κὴ τοῖς ἐγ-
γούοις ἀργουρίω δραχμὰς πεντακισμουρίας, κὴ τὴ
οὑπεραμερίη ἄκουρύ νυ ἔνθω. ϝίστορες Ἀριστογί-
των Ἁρμοξένω, Ἰθούδικος Ἀθανίαο, Ϝιφιάδας Τιμο[κλεῖ]-
90 [ο]ς, Φαρσάλιος Εὐδίκω, Καλλέας Λιουσιφάντω, Θιόφεισ-
τος Θιοδώρω, Εὐξενίδας Φιλώνδαο Θεισπιεῖε{ι}ς {²⁶Θεισπιεῖες}²⁶· τὸ ὁμό-
λογον πὰρ Θιόφειστον Θιοδώρω Θεισπιεῖα. (VIII) διαγραφὰ
Νικαρέτη διὰ τραπέδδας τᾶς Πιστοκλεῖος ἐν Θεισπι-
ῆς· Ἐπιτέλιος ἄρχοντος ἐν Θεισπιῆς, μεινὸς Ἀλαλκομε-
95 νίω δευτέρω ἁμέρη ἐνακηδεκάτη, ἐπὶ τᾶς Πιστοκλεῖος
τραπέδδας Νικαρέτη παρεγράφει πὰρ Πολιουκρίτω Θάρο-
πος Ἐρχομενίω ταμίαο οὑπὲρ τᾶς πόλιος τὸ σουνχωρει-
θὲν τᾶν οὑπεραμεριάων τᾶν ἐπὶ Ξενοκρίτω ἄρχοντος,
παριόντος πολεμάρχω Ἀθανοδώρω Ἵππωνος Ἐρχομενί[ω],
100 ἀργουρίω δραχμὴ μούριη ὀκτακισχείλιη ὀκτακάτιη τριά-
κοντα τρῖς.
Search Help
Contact Us