col. I.1 | [— — — — — — — τῶν ἔ]ργων τὸ ἐπίπεμπτον ἀποτείσε[ι] |
[ὁ ἐργώνης· τοῦτο δὲ κ]αὶ τὸ ὑπερεύρεμα, καὶ ἐάν τι ἄλλο | |
[ἀργύριον ἐκ τῶ]ν̣ ἐπιτιμίων προσγένηται αὐτῷ, ἅπαν- | |
τα πράξ[ουσιν] οἱ ναοποιοὶ τὸν ἐργώνην καὶ τοὺς ἐγγύους· | |
5 | ἐὰν δὲ μὴ δύνωνται, εἰς τὸ λεύκωμα ἐκγράψουσιν. ἐγ- |
δίδομεν δὲ τὸ ἔργον ὅλον πρὸς χαλκόν, τὰς μὲν στή- | |
λας καὶ τοὺς θριγκοὺς πρὸς λίθον ἐφ’ ὡμαλίαν ὅτι ἂν εὕ- | |
ρωσιν, τοὺς δ’ ὑποβατῆρας ἐν προσέργωι ποιήσει. τῶν | |
δὲ πώρων ὑποτίμημα λήψεται τοῦ λίθου ἑκάστου δρα- | |
10 | χμὰς πέντε, ὅσους ἂν παρίσχηι, τῶν δὲ γραμμάτων |
τῆς ἐγκολάψεως καὶ ἐγκαύσεως στατῆρα καὶ | |
τριώβολον τῶν χιλίων γραμμάτων. ἐργᾶται δὲ συνε- | |
χῶς μετὰ τὸ τὴν δόσιν λαβεῖν ἐντὸς ἡμερῶν δέκα | |
ἐνεργῶν τεχνίταις ἱκανοῖς κατὰ τὴν τέχνην μὴ ἔ- | |
15 | λαττον ἢ πέντε. ἂν δέ τι μὴ πείθηται τῶν κατὰ τὴν |
συγγραφὴν γεγραμμένων ἢ κακοτεχνῶν τι ἐξελέγχη- | |
ται, ζημιωθήσεται ὑπὸ τῶν ναοποιῶν καθότι ἂν φαίνη- | |
ται ἄξιος εἶναι μὴ ποιῶν τῶν κατὰ τὴν συγγραφὴν γε- | |
γραμμένων. καὶ ἐάν τις ἄλλος τῶν συνεργαζομένων ἐξε- | |
20 | λέγχηταί τι κακοτεχνῶν, ἐξελαυνέσθω ἐκ τοῦ ἔργου καὶ |
[μ]ηκέτι συνεργαζέσθω· ἐὰν δὲ μὴ πείθηται, ζημιωθήσε- | |
ται καὶ οὗτος μετὰ τοῦ ἐργώνου, ἐὰν δέ που παρὰ τὸ ἔρ- | |
γον συνφέρηι τινὶ μέτρωι τῶγ γεγραμμένων προσλι- | |
πεῖν ἢ συνελεῖν, ποιήσει ὡς ἂν κελεύωμεν. μηδὲ ἀπολε- | |
25 | λύσθωσαν ἀπὸ τῆς ἐργωνίας οἱ ἐξ ἀρχῆς ἔγγυοι καὶ ὁ ἐρ- |
γώνης, ἄχρι ἂν ὁ ἐπαναπριάμενος τὰ παλίνπωλα τοὺς | |
ἐγγύους ἀξιοχρέους κ̣αταστήσηι· περὶ δὲ τῶν προπε- | |
ποιημένων οἱ ἐξ ἀρχῆς ἔ̣γγυοι ἔστωσαν ἕως τῆς ἐσχά- | |
της δοκιμασίας. μηδὲ καταβλαπτέτω μηθὲν τῶν ὑπαρ- | |
30 | χόντων ἔργων ἐν τῶι ἱερῶι ὁ ἐργών̣η̣ς· ἐὰν δέ τι καταβλά- |
ψηι, ἀκείσθω τοῖς ἰδίοις ἀνηλώμασιν δοκίμως ἐγ χρόνωι | |
ὅσωι ἂν οἱ ναοποιοὶ τάξωσιν· καὶ ἐάν τινα ὑγιῆ λίθον δια- | |
φθείρηι κατὰ τὴν ἐργασίαν ὁ τῆς θέσεως ἐργώνης, ἕτε- | |
ρον ἀποκαταστήσει δόκιμον τοῖς ἰδίοις ἀνηλώμασιν οὐ- | |
35 | θὲν ἐπικωλύοντα τὸ ἔργον, τὸν δὲ διαφθαρέντα λίθον ἐξ- |
άξει ἐκ τοῦ ἱεροῦ ἐντὸς ἡμερῶν πέντε, εἰ δὲ μή, ἱερὸς ὁ λίθος | |
ἔσται. ἐὰν δὲ μὴ ἀποκαθιστῆι ἢ μὴ ἀκῆται τὸ καταβλα- | |
φθέν, καὶ τοῦτο ἐπεγδώσουσιν οἱ ναοποιοί, ὅτι δ’ ἂν εὕρηι, | |
τοῦτο αὐτὸ καὶ ἡμιόλιον ἀποτείσει ὁ ἐργώνης καὶ οἱ ἔγ- | |
40 | γυοι. ἐὰν δὲ κατὰ φυὰν διαφθαρῆι τις τῶν λίθων, ἀζήμιος ἔσ- |
τω κατὰ τοῦτον ὁ τῆς θέσεως ἐργώνης. ἐὰν δὲ πρὸς αὑ- | |
τοὺς ἀντιλέγωσιν οἱ ἐργῶναι περί τινος τῶν γεγραμμέ- | |
νων, διακρινοῦσιν οἱ ναοποιοὶ ὀμόσαντες ἐπὶ τῶν ἔργων, πλεί- | |
ονες ὄντες τῶν ἡμίσεων, τὰ δὲ ἐπικριθέντα κύρια ἔστω. | |
45 | ἐὰν δέ τι ἐπικωλύσωσιν οἱ ναοποιοὶ τὸν ἐργώνην κατὰ |
τὴν παροχὴν τῶν λίθων, τὸν χρόνον ἀποδώσουσιν, ὅσον ἂν | |
ἐπικωλύσωσιν. ἐγγύους δὲ καταστήσας ὁ ἐργώνης κατὰ | |
τὸν νόμον λήψεται τὴν πρώτην δόσιν, ὁπόσου ἂν ἐργωνή- | |
σηι, πασῶν τῶν στηλῶν καὶ τῶν θριγκῶν τῶν ἐπὶ ταύτας | |
50 | τιθεμένων, ὑπολιπόμενος παντὸς τὸ ἐπιδέκατον· ὅταν δὲ |
ἀποδείξηι πάσας εἰργασμένας καὶ ὀρθὰς πάντηι καὶ τέλος | |
[ἐ]χούσας κατὰ τὴν συγγραφὴν καὶ μεμολυβδοχοημένας ἀ- | |
ρεστῶς τοῖς ναοποιοῖς καὶ τῶι ἀρχιτέκτονι, λήψεται τὴν | |
δευτέραν δόσιν πάντων τῶν γραμμάτων τῆς ἐπιγραφῆς | |
55 | ἐκ τοῦ ὑποτιμήματος πρὸς τὸν ἀριθμὸν τὸν ἐκ τῶν ἀντι- |
γράφων ἐγλογισθέντα, ὑπολιπόμενος καὶ τούτου τὸ ἐπιδέ- | |
κατον· καὶ συντελέσας ὅλον τὸ ἔργον, ὅταν δοκιμασθῆι, κομι- | |
σάσθω τὸ ἐπιδέκατον τὸ ὑπολειφθὲν καὶ τῶν πώρων τὸ ὑπο- | |
τίμημα, ὅσους ἂν θῆι, καὶ ὅσα ἂν γράμματα ἐπιγράψηι | |
60 | μετὰ τὸ τὴν δόσιν λαβεῖν κομισάσθω καὶ τούτων, ὅταν καὶ τὸ ἐ- |
πιδέκατον λαμβάνηι, ἐὰν μή τι εἰς τὰ ἐπιτίμια ὑπολογισθῆι αὐ- | |
τῶι. ἐὰν δέ τι πρόσεργον δῆι γενέσθαι συμφέρον τῶι ἔργωι, | |
ποιήσει ἐκ τοῦ ἴσου λόγου καὶ προσκομιεῖται τὸ γινόμενον αὐτῶι, | |
ἀποδείξας δόκιμον. ἐὰν δὲ ὁ τόπος ἀνακαθαιρόμενος μα- | |
65 | λακὸς εὑρίσκηται, προσστρώσει πώροις ὅσοις ἂν χρεία ἦι, καὶ |
προσκομιεῖται καὶ τούτου τὸ γινόμενον αὐτῶι μετὰ τοῦ | |
ἐπιδδεκάτου. ἐπιθήσει δὲ καὶ ἐπὶ τὰς στήλας τὰς ὑπαρχού- | |
σας θριγκοὺς ἕνδεκα, προεπικόψας τὰς στήλας, ἐπιλαβὼν | |
ὅσον ἂν κελεύωμεν, πρὸς τὴν περιτένειαν τὴν δοθεῖσαν. | |
70 | ἐξελεῖ δὲ καὶ τὰ δέματα τὰ ὑπάρχοντα ἐν ταῖς στήλαις, ὅσα |
ἂν ὑπερέχηι καὶ κωλύηι αὐτὸν ἐν τῆι ἐπικοπῆι, καὶ τρήσας βα- | |
θύτερα καθαρμόσει καὶ περιμολυβδοχοήσει δοκίμως. ἐμβαλεῖ | |
δὲ καὶ εἰς τούτους γόμφους δέματα καὶ περιμολυβδοχοήσει καὶ ἐρ- | |
[γᾶ]ται πάντα καθὼς καὶ περὶ τῶν ἐπάνω γέγραπται. ἐκγδ<ί>δομεν δὲ | |
75 | καὶ τούτους τοὺς θριγκοὺς τοὺς μὲν ἑκπέδους καὶ πενταπέδους |
τοῦ ἴσου ὅσον ἂν καὶ οἱ λοιποὶ εὕρωσιν, τοὺς δὲ τριπέδους τοὺς | |
τέτταρας σύνδυο εἰς τὸν θριγκὸν ἀπομετρησόμεθα. λήψε- | |
ται δὲ καὶ τούτων τῶν θριγκῶν τὴν δόσιν, ὅταν ἐπιδείξηι | |
τὰς στήλας ε<ἰ>ργασμένας καὶ κειμένας καὶ μεμολυβδοχοη- | |
80 | μένας καὶ τοὺς θριγκοὺς τοὺς ἐπὶ ταύτας τιθεμένους δε- |
δεμένους κατὰ κεφαλήν, λήψεται καὶ τούτων τὴν δόσιν, ὑπολι- | |
πόμενος τὸ ἐπιδέκατον, καθὼς καὶ περὶ τῶν ἐπάνω γ[έ]γραπται. | |
ὅταν δὲ συνθῆι τοὺς θριγκοὺς καὶ ἀποδείξηι κειμένους, | |
μεμολυβδοχοημένους, τέλος ἔχοντας, δεδεμένους κατὰ | |
85 | κεφαλήν, συμφωνοῦντας πρὸς ἀλλήλους δοκίμως, ἔπειτεν |
ἐγνιτρώσει τὰς στήλας καὶ ἀποδώσει τὰ γράμματα καθαρὰ | |
καὶ ἐκπλυνεῖ ἕως ἂν κελεύωμεν. τὰ δὲ ἄλλα, ὅσα μὴ ἐν τῆι | |
συγγραφῆι γέγραπται, κατὰ τὸν κατοπτικὸν νόμον καὶ να- | |
οποϊκὸν ἔστω. εἰς τὸν ναὸν τοῦ | |
90 | Διὸς τοῦ Βασιλέως εἰς τὴν ἔξω περίστασιν τοῦ σηκοῦ |
τῶν εἰς τὴν μακρὰν πλευρὰν καταστρωτήρων ἐργα- | |
σία καὶ σύνθεσις. ὁ ἐργωνήσας παρὰ τῶν ναοποιῶν | |
εἰς τὸν ναὸν τοῦ Διὸς τοῦ Βασιλέως εἰς τὴν ἔξω περί- | |
στασιν τοῦ σηκοῦ τῶν εἰς τὴν μακρὰν πλευρὰν τοῦ | |
col. II.95 | {τοῦ} τόπου τοῦ πρὸς μεσημβρίαν βλέποντος καταστρω[τήρων πέ]- |
τρας τῆς σκληρᾶς τῆς Λεβαδειικῆς τὴν ἐργασίαν κα[ὶ σύνθε]- | |
σιν πλῆθος δεκατρεῖς, μέτρα δὲ τούτων ἔσται μῆκος κ̣[αὶ] | |
πλάτος καὶ πάχος ἀκό{Υ}λουθοι {²⁶ἀκόλουθοι}²⁶ τοῖς κειμένοις καὶ τέλος ἔ- | |
χουσιν ἐν τῆι μακρᾶι πλευρᾶι, πρὸς οὓς οὗτοι τίθενται. παρα- | |
100 | λαβὼν δὲ ὁ ἐργώνης τοὺς λίθους παρὰ τὸν ναόν, οὗ καὶ [ἐδοκ]- |
ιμάσθησαν, ὑγιεῖς, τὰ μέτρα ἔχοντας, ἐκποιοῦντας πρὸς | |
τὰ μεγέθη τὰ γεγραμμένα, πρῶτον μὲν ἐργᾶται τῶν λίθων | |
πάντων τὰς βάσεις ὀρθάς, ἀστραβεῖς, ἀρραγεῖς, συμμίλτους | |
ἀπὸ ξοΐδος χαρακτῆς πυκνῆς ἐπηκονημένης τὰ ἐπιβαί- | |
105 | νοντα πάντα ἐπὶ τοὺς κρατευτὰς καὶ ἐπὶ τὴν ὑπευθυντη[ρί]- |
αν μὴ ἔλαττον ἢ ἐπὶ δύο πόδας, ἐκ τοῦ προσιόντος ἁρμοῦ, τὰ | |
δὲ μέσα συνψαύοντα ἀπὸ ξοΐδος χαρακτῆς τραχείας, ποι- | |
ῶν ὀρθὰ πάντα πρὸς κανόνα διηνεκῆ μὴ ἐλάττω τοῦ ἐν- | |
εργουμένου λίθου, πλάτος μὴ στενότερον δακτύλων ἕξ, | |
110 | ὕψος ἡμιποδίου. ὑποτεμεῖ δὲ τῶν καταστρωτήρων πάν- |
των ἐγ βάσεως τὸ ἐπὶ τὴν ὑπευθυντηρίαν ἐπιβαῖνον ἐ- | |
κ τοῦ ἀπιόντος ἁρμοῦ πλάτος καὶ βάθος τὸ δειχθέν, ἐρ- | |
γαζόμενος τὰς ὑποτομὰς καθὼς καὶ περὶ τῶν βάσεων | |
γέγραπται, χάλασμα ποιῶν ἐν τῆι ὑποτομῆι τῆι παρὰ τὴ[ν] | |
115 | ὑπευθυντηρίαν μὴ πλέον δακτυλίσκου. ἐργᾶται δὲ καὶ |
τοὺς ἁρμοὺς πάντας τοὺς ἀπιόντας τῶν καταστρωτή- | |
ρων συμμίλτους, ὀρθούς, ἀστραβεῖς, ἀρραγεῖς, καθέτο<υ>ς, εὐ- | |
γωνίους πρὸς τὸ προσαγωγεῖον, στερεούς, κύκλωι τὰ τρία | |
μέρη μὴ ἔλαττον δακτύλων ἐννέα ἀπὸ λειστρίου λείου ἐ- | |
120 | πηκονημένου, μιλτολογῶν δοκίμως, τὰ δὲ μέσα συν- |
ψαύοντα ἀπὸ ξοΐδος χαρακτῆς τραχείας, καὶ ἀναθυρώ- | |
σει τοὺς ἁρμοὺς πάντας τοὺς ἀπιόντας κανόν[ι λιθί]- | |
νωι μιλτολογῶν δοκίμως, ἀναξέων τοὺς καν[όνας] | |
πάντας, ὁσάκις ἂν κελεύωμεν, πρὸς τὸν κανόν[α τὸν λίθινον] | |
125 | τὸν ἐν τῶι ἱερῶι ὑπάρχοντα δοκίμως. ἀποξέσ[ει δὲ πρὸς] |
τοὺς ἁρμοὺς τῶν καταστρωτήρων τοὺς ἀπιό[ντας τοὺς τῶν] | |
κειμένων καὶ τέλος ἐχόντων, πρὸς οὓς μ[έλλει αὐτοὺς] | |
τιθέναι, ἐκτείνας τὴν λινέην κατὰ κεφαλὴν̣ [— — — — —]- | |
νείου ἐν ὀρθῶι [ἀρι]στεραχόθεν καὶ τοῦ προδόμ[ου τῆς] | |
130 | μακρᾶς πλευρᾶς καὶ γραμμὰς καταγραψάμε[νος παρόν]- |
τος τοῦ ἀρχιτέκτονος ἀφελέτω τὸ πρόσεργον [τὸ ὑπάρχ]- | |
ον ἀπὸ κολαπτῆρος, πλάτος ποιῶν τὸ δοθέν, ποι[ῶν πάντα] | |
ὀρθά, ὀξυώρια, καὶ μιλτολογησάτω τὴν ἄκραν πάν[των τῶν] | |
λίθων τῶν κειμένων τῶ[ν] τρεισκαίδεκα πρὸς κ[ανόνα] | |
135 | μακρόν, μὴ ἐλάττονα ποδῶν εἴκοσι, πάχος ἓξ δακ̣[τύλων], |
ὕψος ἡμιποδίου, μιλτολογῶν ἀπὸ λειστρίου λείου ἐ[πηκονη]- | |
μένου, ποιῶν ὀρθά, ἀρραγῆ, σύμμιλτα, βάθος μὴ ἔλατ[τον ἐννέα] | |
δακτύλους, πρῶτον διαξέσας σημείας παρὰ το[ὺς ἁρμοὺς] | |
καθ’ ἕκαστον τῶν λίθων ἐν ὀρθῶι πρὸς τὸ προσαγ̣[ωγεῖον] | |
140 | καὶ τὴν γραμμὴν τὴν καταγραφεῖσαν, πρὸς ἣν [παραξέ]- |
σει τὴν παραξοήν. παραξέσει δὲ καὶ τὴν ἐν τῶι πρ[οδόμῳ γραμ]- | |
μὴν ὡσαύτως· ἔπειτεν ἀναθυρώσει τοὺς ἁρμοὺ[ς πρὸς τὸν] | |
κανόνα τὸν λίθινον τῶν κειμένων καταστρωτ[ήρων, πρὸς] | |
οὓς μέλλει τιθέναι, καθὼς καὶ περὶ τῶν ἀπιόντων [ἁρμῶν] | |
145 | γέγραπται. ὅταν δὲ μέλληι τιθέναι τοὺς λίθους, πρ[οεπικόψει] |
τοὺς κρατευτὰς κατὰ κεφαλὴν καὶ τὴν ὑπευθυντη[ρίαν, τοὺς] | |
μὲν κρατευτὰς ἀπὸ ξοΐδος πυκνῆς χαρακτῆς ἐπη̣[κονημέ]- | |
νης, τὴν δὲ ὑπευθυντηρίαν ἀπὸ ξοΐδος ἀρτιστόμο[υ, ἀκολού]- | |
θως τοῖς κειμένοις καὶ τέλος ἔχουσιν, καὶ ἀποδείξ[ει ἐπικε]- | |
150 | κομμένα δοκίμως· εἶτεν θήσει τοὺς καταστρωτῆρ[ας, ἐργα]- |
ζόμενος καθὼς γέγραπται, ἀρχόμενος τῆς θέσεω[ς ἀριστε]- | |
ραχόθεν, ὡς ἂν αὐτῶι δειχθῆι, ἕνα ἀμφ’ ἁρμόν, ἐμβα[λὼν — —]- | |
ψος ἐπίσφηνον, κατὰ κεφαλὴν δὲ στοιχοῦντα τ[οῖς κειμένοις] | |
καὶ τέλος ἔχουσιν, καὶ ἐλαίωι δὲ καθαρῶι πρὸς πάν[τας τοὺς κα]- | |
155 | νόνας χρήσεται καὶ μίλτωι Σινωπίδι· ἐὰν δὲ μὴ χ[ρῆται μίλ]- |
τωι Σινωπίδι ἢ ἐλαίωι καθαρῶι, ζημιωθήσεται ὑπ[ὸ τῶν ναο]- | |
ποιῶν καὶ βοιωταρχῶν, καὶ οὐ πρότερον αὐτῶι λί[θος οὐδεὶς] | |
κατακλεισθήσεται, ἕως ἂν ἐπιδείξηι τοῖς ναοπο[ιοῖς χρησά]- | |
μενος μίλτωι Σινωπίδι δοκίμωι καὶ ἐλαίωι καθαρῶ[ι· ἐπιδεί]- | |
160 | ξει δὲ τὴν μὲν ἐργασίαν καὶ τὴν σύνθεσιν τῶι ἀρχιτέκ̣[τονι, τῷ δ’ ὑ]- |
παρχιτέκτονι τῶν λίθων πάντων τοὺς ἁρμοὺς καὶ τ[ὰς βά]- | |
σεις, ἅμα τριμματολογῶν τὰς μὲν βάσεις ἐκ χλόης ἐλ̣[αίας], | |
ἐν ταῖς ἰδίαις χώραις βεβηκότας ὅλους ἀσχάστους, ἀνε[γκλή]- | |
τους, ἀνυποπάστους, ὁμοτριβοῦντας, διακρούων τὰ δ[ιάκε]- | |
165 | να τῶν τριμμάτων τὰ μὲν εἰς τοὺς κρατευτὰς ἀπὸ ξοΐδ[ος χα]- |
ρακτῆς πυκνῆς ἐπηκονημένης, τὸ δὲ ἐπὶ τὴν ὑπευθυν[τηρί]- | |
αν ἀπὸ ξοΐδος ἀρτιστόμου· τοὺς δὲ ἁρμοὺς ἐξ ἐλαίου κ[— — —]- | |
βδίου ἀπὸ λειστρίου λείου ἐπηκονημένου· ὅταν δὲ συντε[λέσῃ] | |
τὸν ἁρμὸν ἐγνιτρώσας καὶ ἐκπλύνας ὕδατι καθαρῶι, ἔπ̣[ειτεν] | |
170 | κατακλειέτω. τὴν δὲ ἐμβολὴν τῶν γόμφων καὶ τῶν δ[εμάτων] |
καὶ τῶν π[ε]λεκίνων καὶ τὸν σταθμὸν τούτων καὶ τὴν μ[ολυβδο]- | |
χοΐαν πᾶ[σ]αν <ἐπιδείξει> τοῖς ναοποιοῖς παρὼν αὐτὸς ὁ ἐργώνης, ἀ[νεπί]- | |
δεικτον δὲ μηδὲν κατακλειέτω· ἐὰν δέ τι κατακλείση[ι, πάλιν] | |
τε ἐξ ἀρχῆς ἄρας ποιήσει καὶ ζημιωθήσεται ὑπὸ τῶν ναοπ[οιῶν] | |
175 | καὶ βοιωταρχῶν καθ’ ὅτι ἂν φαίνηται ἄξιος εἶναι μὴ ποιῶν [τῶν ἐν] |
τῆι συγγραφῆι γεγραμμένων. καὶ ἐάν τις ἄλλος τῶν συ[νεργα]- | |
ζομένων ἐξελέγχηταί τι κακοτεχνῶν, ἐξελαυνέσθω ἐ[κ τοῦ] | |
ἔργου καὶ μηκέτι συνεργαζέσθω· ἐὰν δὲ μὴ πεί[θ]ηται, ζη[μιωθή]- | |
σεται καὶ οὗτος μετὰ τοῦ ἐργώνου. καὶ οὐ πρότερον οὐδέν[α μο]- | |
180 | λυβδοχοήσει λίθον, ἕως ἂν ποιήσηι τὰ γεγραμμένα. ἐὰν δὲ π̣[αρὰ] |
τὸ ἔργον συμφέρηι τινὶ μέτρωι τῶν γεγραμμένων προσλ[ιπεῖν ἢ] | |
συνελεῖν, ποήσει ὡς ἂν κελεύωμεν. ὅταν δὲ συνθῆι π[άντας] | |
τοὺς καταστρωτῆρας, ἐπικοψάτω κατὰ κεφαλὴν ἀκολούθ[ως τοῖς] | |
κειμένοις καὶ τέλος ἔχουσιν, καὶ μιλτολογησάτω ἀπὸ ξοΐδ[ος χαρα]- | |
185 | κτῆς δοκίμως τῶι μακρῶι κανόνι διακολαπτηρίζων τού[τους] |
κύκλωι πάντας, διαβητιζόμενος κατὰ κεφαλὴν ἀπὸ τῆς ὑ[παρχού]- | |
σης περιτενείας τῶν καταστρωτήρων, κύβους κατασκευ[ασάμε]- | |
νος ξύλων ξηρῶν ἀγριελαΐνων καὶ ἀποδείξας ὀρθὰ καὶ σύμ[μιλτα]. |
IG VII
3073