| col. I.1 | [— — — — — — — τῶν ἔ]ργων τὸ ἐπίπεμπτον ἀποτείσε[ι] |
| [ὁ ἐργώνης· τοῦτο δὲ κ]αὶ τὸ ὑπερεύρεμα, καὶ ἐάν τι ἄλλο | |
| [ἀργύριον ἐκ τῶ]ν̣ ἐπιτιμίων προσγένηται αὐτῷ, ἅπαν- | |
| τα πράξ[ουσιν] οἱ ναοποιοὶ τὸν ἐργώνην καὶ τοὺς ἐγγύους· | |
| 5 | ἐὰν δὲ μὴ δύνωνται, εἰς τὸ λεύκωμα ἐκγράψουσιν. ἐγ- |
| δίδομεν δὲ τὸ ἔργον ὅλον πρὸς χαλκόν, τὰς μὲν στή- | |
| λας καὶ τοὺς θριγκοὺς πρὸς λίθον ἐφ’ ὡμαλίαν ὅτι ἂν εὕ- | |
| ρωσιν, τοὺς δ’ ὑποβατῆρας ἐν προσέργωι ποιήσει. τῶν | |
| δὲ πώρων ὑποτίμημα λήψεται τοῦ λίθου ἑκάστου δρα- | |
| 10 | χμὰς πέντε, ὅσους ἂν παρίσχηι, τῶν δὲ γραμμάτων |
| τῆς ἐγκολάψεως καὶ ἐγκαύσεως στατῆρα καὶ | |
| τριώβολον τῶν χιλίων γραμμάτων. ἐργᾶται δὲ συνε- | |
| χῶς μετὰ τὸ τὴν δόσιν λαβεῖν ἐντὸς ἡμερῶν δέκα | |
| ἐνεργῶν τεχνίταις ἱκανοῖς κατὰ τὴν τέχνην μὴ ἔ- | |
| 15 | λαττον ἢ πέντε. ἂν δέ τι μὴ πείθηται τῶν κατὰ τὴν |
| συγγραφὴν γεγραμμένων ἢ κακοτεχνῶν τι ἐξελέγχη- | |
| ται, ζημιωθήσεται ὑπὸ τῶν ναοποιῶν καθότι ἂν φαίνη- | |
| ται ἄξιος εἶναι μὴ ποιῶν τῶν κατὰ τὴν συγγραφὴν γε- | |
| γραμμένων. καὶ ἐάν τις ἄλλος τῶν συνεργαζομένων ἐξε- | |
| 20 | λέγχηταί τι κακοτεχνῶν, ἐξελαυνέσθω ἐκ τοῦ ἔργου καὶ |
| [μ]ηκέτι συνεργαζέσθω· ἐὰν δὲ μὴ πείθηται, ζημιωθήσε- | |
| ται καὶ οὗτος μετὰ τοῦ ἐργώνου, ἐὰν δέ που παρὰ τὸ ἔρ- | |
| γον συνφέρηι τινὶ μέτρωι τῶγ γεγραμμένων προσλι- | |
| πεῖν ἢ συνελεῖν, ποιήσει ὡς ἂν κελεύωμεν. μηδὲ ἀπολε- | |
| 25 | λύσθωσαν ἀπὸ τῆς ἐργωνίας οἱ ἐξ ἀρχῆς ἔγγυοι καὶ ὁ ἐρ- |
| γώνης, ἄχρι ἂν ὁ ἐπαναπριάμενος τὰ παλίνπωλα τοὺς | |
| ἐγγύους ἀξιοχρέους κ̣αταστήσηι· περὶ δὲ τῶν προπε- | |
| ποιημένων οἱ ἐξ ἀρχῆς ἔ̣γγυοι ἔστωσαν ἕως τῆς ἐσχά- | |
| της δοκιμασίας. μηδὲ καταβλαπτέτω μηθὲν τῶν ὑπαρ- | |
| 30 | χόντων ἔργων ἐν τῶι ἱερῶι ὁ ἐργών̣η̣ς· ἐὰν δέ τι καταβλά- |
| ψηι, ἀκείσθω τοῖς ἰδίοις ἀνηλώμασιν δοκίμως ἐγ χρόνωι | |
| ὅσωι ἂν οἱ ναοποιοὶ τάξωσιν· καὶ ἐάν τινα ὑγιῆ λίθον δια- | |
| φθείρηι κατὰ τὴν ἐργασίαν ὁ τῆς θέσεως ἐργώνης, ἕτε- | |
| ρον ἀποκαταστήσει δόκιμον τοῖς ἰδίοις ἀνηλώμασιν οὐ- | |
| 35 | θὲν ἐπικωλύοντα τὸ ἔργον, τὸν δὲ διαφθαρέντα λίθον ἐξ- |
| άξει ἐκ τοῦ ἱεροῦ ἐντὸς ἡμερῶν πέντε, εἰ δὲ μή, ἱερὸς ὁ λίθος | |
| ἔσται. ἐὰν δὲ μὴ ἀποκαθιστῆι ἢ μὴ ἀκῆται τὸ καταβλα- | |
| φθέν, καὶ τοῦτο ἐπεγδώσουσιν οἱ ναοποιοί, ὅτι δ’ ἂν εὕρηι, | |
| τοῦτο αὐτὸ καὶ ἡμιόλιον ἀποτείσει ὁ ἐργώνης καὶ οἱ ἔγ- | |
| 40 | γυοι. ἐὰν δὲ κατὰ φυὰν διαφθαρῆι τις τῶν λίθων, ἀζήμιος ἔσ- |
| τω κατὰ τοῦτον ὁ τῆς θέσεως ἐργώνης. ἐὰν δὲ πρὸς αὑ- | |
| τοὺς ἀντιλέγωσιν οἱ ἐργῶναι περί τινος τῶν γεγραμμέ- | |
| νων, διακρινοῦσιν οἱ ναοποιοὶ ὀμόσαντες ἐπὶ τῶν ἔργων, πλεί- | |
| ονες ὄντες τῶν ἡμίσεων, τὰ δὲ ἐπικριθέντα κύρια ἔστω. | |
| 45 | ἐὰν δέ τι ἐπικωλύσωσιν οἱ ναοποιοὶ τὸν ἐργώνην κατὰ |
| τὴν παροχὴν τῶν λίθων, τὸν χρόνον ἀποδώσουσιν, ὅσον ἂν | |
| ἐπικωλύσωσιν. ἐγγύους δὲ καταστήσας ὁ ἐργώνης κατὰ | |
| τὸν νόμον λήψεται τὴν πρώτην δόσιν, ὁπόσου ἂν ἐργωνή- | |
| σηι, πασῶν τῶν στηλῶν καὶ τῶν θριγκῶν τῶν ἐπὶ ταύτας | |
| 50 | τιθεμένων, ὑπολιπόμενος παντὸς τὸ ἐπιδέκατον· ὅταν δὲ |
| ἀποδείξηι πάσας εἰργασμένας καὶ ὀρθὰς πάντηι καὶ τέλος | |
| [ἐ]χούσας κατὰ τὴν συγγραφὴν καὶ μεμολυβδοχοημένας ἀ- | |
| ρεστῶς τοῖς ναοποιοῖς καὶ τῶι ἀρχιτέκτονι, λήψεται τὴν | |
| δευτέραν δόσιν πάντων τῶν γραμμάτων τῆς ἐπιγραφῆς | |
| 55 | ἐκ τοῦ ὑποτιμήματος πρὸς τὸν ἀριθμὸν τὸν ἐκ τῶν ἀντι- |
| γράφων ἐγλογισθέντα, ὑπολιπόμενος καὶ τούτου τὸ ἐπιδέ- | |
| κατον· καὶ συντελέσας ὅλον τὸ ἔργον, ὅταν δοκιμασθῆι, κομι- | |
| σάσθω τὸ ἐπιδέκατον τὸ ὑπολειφθὲν καὶ τῶν πώρων τὸ ὑπο- | |
| τίμημα, ὅσους ἂν θῆι, καὶ ὅσα ἂν γράμματα ἐπιγράψηι | |
| 60 | μετὰ τὸ τὴν δόσιν λαβεῖν κομισάσθω καὶ τούτων, ὅταν καὶ τὸ ἐ- |
| πιδέκατον λαμβάνηι, ἐὰν μή τι εἰς τὰ ἐπιτίμια ὑπολογισθῆι αὐ- | |
| τῶι. ἐὰν δέ τι πρόσεργον δῆι γενέσθαι συμφέρον τῶι ἔργωι, | |
| ποιήσει ἐκ τοῦ ἴσου λόγου καὶ προσκομιεῖται τὸ γινόμενον αὐτῶι, | |
| ἀποδείξας δόκιμον. ἐὰν δὲ ὁ τόπος ἀνακαθαιρόμενος μα- | |
| 65 | λακὸς εὑρίσκηται, προσστρώσει πώροις ὅσοις ἂν χρεία ἦι, καὶ |
| προσκομιεῖται καὶ τούτου τὸ γινόμενον αὐτῶι μετὰ τοῦ | |
| ἐπιδδεκάτου. ἐπιθήσει δὲ καὶ ἐπὶ τὰς στήλας τὰς ὑπαρχού- | |
| σας θριγκοὺς ἕνδεκα, προεπικόψας τὰς στήλας, ἐπιλαβὼν | |
| ὅσον ἂν κελεύωμεν, πρὸς τὴν περιτένειαν τὴν δοθεῖσαν. | |
| 70 | ἐξελεῖ δὲ καὶ τὰ δέματα τὰ ὑπάρχοντα ἐν ταῖς στήλαις, ὅσα |
| ἂν ὑπερέχηι καὶ κωλύηι αὐτὸν ἐν τῆι ἐπικοπῆι, καὶ τρήσας βα- | |
| θύτερα καθαρμόσει καὶ περιμολυβδοχοήσει δοκίμως. ἐμβαλεῖ | |
| δὲ καὶ εἰς τούτους γόμφους δέματα καὶ περιμολυβδοχοήσει καὶ ἐρ- | |
| [γᾶ]ται πάντα καθὼς καὶ περὶ τῶν ἐπάνω γέγραπται. ἐκγδ<ί>δομεν δὲ | |
| 75 | καὶ τούτους τοὺς θριγκοὺς τοὺς μὲν ἑκπέδους καὶ πενταπέδους |
| τοῦ ἴσου ὅσον ἂν καὶ οἱ λοιποὶ εὕρωσιν, τοὺς δὲ τριπέδους τοὺς | |
| τέτταρας σύνδυο εἰς τὸν θριγκὸν ἀπομετρησόμεθα. λήψε- | |
| ται δὲ καὶ τούτων τῶν θριγκῶν τὴν δόσιν, ὅταν ἐπιδείξηι | |
| τὰς στήλας ε<ἰ>ργασμένας καὶ κειμένας καὶ μεμολυβδοχοη- | |
| 80 | μένας καὶ τοὺς θριγκοὺς τοὺς ἐπὶ ταύτας τιθεμένους δε- |
| δεμένους κατὰ κεφαλήν, λήψεται καὶ τούτων τὴν δόσιν, ὑπολι- | |
| πόμενος τὸ ἐπιδέκατον, καθὼς καὶ περὶ τῶν ἐπάνω γ[έ]γραπται. | |
| ὅταν δὲ συνθῆι τοὺς θριγκοὺς καὶ ἀποδείξηι κειμένους, | |
| μεμολυβδοχοημένους, τέλος ἔχοντας, δεδεμένους κατὰ | |
| 85 | κεφαλήν, συμφωνοῦντας πρὸς ἀλλήλους δοκίμως, ἔπειτεν |
| ἐγνιτρώσει τὰς στήλας καὶ ἀποδώσει τὰ γράμματα καθαρὰ | |
| καὶ ἐκπλυνεῖ ἕως ἂν κελεύωμεν. τὰ δὲ ἄλλα, ὅσα μὴ ἐν τῆι | |
| συγγραφῆι γέγραπται, κατὰ τὸν κατοπτικὸν νόμον καὶ να- | |
| οποϊκὸν ἔστω. εἰς τὸν ναὸν τοῦ | |
| 90 | Διὸς τοῦ Βασιλέως εἰς τὴν ἔξω περίστασιν τοῦ σηκοῦ |
| τῶν εἰς τὴν μακρὰν πλευρὰν καταστρωτήρων ἐργα- | |
| σία καὶ σύνθεσις. ὁ ἐργωνήσας παρὰ τῶν ναοποιῶν | |
| εἰς τὸν ναὸν τοῦ Διὸς τοῦ Βασιλέως εἰς τὴν ἔξω περί- | |
| στασιν τοῦ σηκοῦ τῶν εἰς τὴν μακρὰν πλευρὰν τοῦ | |
| col. II.95 | {τοῦ} τόπου τοῦ πρὸς μεσημβρίαν βλέποντος καταστρω[τήρων πέ]- |
| τρας τῆς σκληρᾶς τῆς Λεβαδειικῆς τὴν ἐργασίαν κα[ὶ σύνθε]- | |
| σιν πλῆθος δεκατρεῖς, μέτρα δὲ τούτων ἔσται μῆκος κ̣[αὶ] | |
| πλάτος καὶ πάχος ἀκό{Υ}λουθοι {²⁶ἀκόλουθοι}²⁶ τοῖς κειμένοις καὶ τέλος ἔ- | |
| χουσιν ἐν τῆι μακρᾶι πλευρᾶι, πρὸς οὓς οὗτοι τίθενται. παρα- | |
| 100 | λαβὼν δὲ ὁ ἐργώνης τοὺς λίθους παρὰ τὸν ναόν, οὗ καὶ [ἐδοκ]- |
| ιμάσθησαν, ὑγιεῖς, τὰ μέτρα ἔχοντας, ἐκποιοῦντας πρὸς | |
| τὰ μεγέθη τὰ γεγραμμένα, πρῶτον μὲν ἐργᾶται τῶν λίθων | |
| πάντων τὰς βάσεις ὀρθάς, ἀστραβεῖς, ἀρραγεῖς, συμμίλτους | |
| ἀπὸ ξοΐδος χαρακτῆς πυκνῆς ἐπηκονημένης τὰ ἐπιβαί- | |
| 105 | νοντα πάντα ἐπὶ τοὺς κρατευτὰς καὶ ἐπὶ τὴν ὑπευθυντη[ρί]- |
| αν μὴ ἔλαττον ἢ ἐπὶ δύο πόδας, ἐκ τοῦ προσιόντος ἁρμοῦ, τὰ | |
| δὲ μέσα συνψαύοντα ἀπὸ ξοΐδος χαρακτῆς τραχείας, ποι- | |
| ῶν ὀρθὰ πάντα πρὸς κανόνα διηνεκῆ μὴ ἐλάττω τοῦ ἐν- | |
| εργουμένου λίθου, πλάτος μὴ στενότερον δακτύλων ἕξ, | |
| 110 | ὕψος ἡμιποδίου. ὑποτεμεῖ δὲ τῶν καταστρωτήρων πάν- |
| των ἐγ βάσεως τὸ ἐπὶ τὴν ὑπευθυντηρίαν ἐπιβαῖνον ἐ- | |
| κ τοῦ ἀπιόντος ἁρμοῦ πλάτος καὶ βάθος τὸ δειχθέν, ἐρ- | |
| γαζόμενος τὰς ὑποτομὰς καθὼς καὶ περὶ τῶν βάσεων | |
| γέγραπται, χάλασμα ποιῶν ἐν τῆι ὑποτομῆι τῆι παρὰ τὴ[ν] | |
| 115 | ὑπευθυντηρίαν μὴ πλέον δακτυλίσκου. ἐργᾶται δὲ καὶ |
| τοὺς ἁρμοὺς πάντας τοὺς ἀπιόντας τῶν καταστρωτή- | |
| ρων συμμίλτους, ὀρθούς, ἀστραβεῖς, ἀρραγεῖς, καθέτο<υ>ς, εὐ- | |
| γωνίους πρὸς τὸ προσαγωγεῖον, στερεούς, κύκλωι τὰ τρία | |
| μέρη μὴ ἔλαττον δακτύλων ἐννέα ἀπὸ λειστρίου λείου ἐ- | |
| 120 | πηκονημένου, μιλτολογῶν δοκίμως, τὰ δὲ μέσα συν- |
| ψαύοντα ἀπὸ ξοΐδος χαρακτῆς τραχείας, καὶ ἀναθυρώ- | |
| σει τοὺς ἁρμοὺς πάντας τοὺς ἀπιόντας κανόν[ι λιθί]- | |
| νωι μιλτολογῶν δοκίμως, ἀναξέων τοὺς καν[όνας] | |
| πάντας, ὁσάκις ἂν κελεύωμεν, πρὸς τὸν κανόν[α τὸν λίθινον] | |
| 125 | τὸν ἐν τῶι ἱερῶι ὑπάρχοντα δοκίμως. ἀποξέσ[ει δὲ πρὸς] |
| τοὺς ἁρμοὺς τῶν καταστρωτήρων τοὺς ἀπιό[ντας τοὺς τῶν] | |
| κειμένων καὶ τέλος ἐχόντων, πρὸς οὓς μ[έλλει αὐτοὺς] | |
| τιθέναι, ἐκτείνας τὴν λινέην κατὰ κεφαλὴν̣ [— — — — —]- | |
| νείου ἐν ὀρθῶι [ἀρι]στεραχόθεν καὶ τοῦ προδόμ[ου τῆς] | |
| 130 | μακρᾶς πλευρᾶς καὶ γραμμὰς καταγραψάμε[νος παρόν]- |
| τος τοῦ ἀρχιτέκτονος ἀφελέτω τὸ πρόσεργον [τὸ ὑπάρχ]- | |
| ον ἀπὸ κολαπτῆρος, πλάτος ποιῶν τὸ δοθέν, ποι[ῶν πάντα] | |
| ὀρθά, ὀξυώρια, καὶ μιλτολογησάτω τὴν ἄκραν πάν[των τῶν] | |
| λίθων τῶν κειμένων τῶ[ν] τρεισκαίδεκα πρὸς κ[ανόνα] | |
| 135 | μακρόν, μὴ ἐλάττονα ποδῶν εἴκοσι, πάχος ἓξ δακ̣[τύλων], |
| ὕψος ἡμιποδίου, μιλτολογῶν ἀπὸ λειστρίου λείου ἐ[πηκονη]- | |
| μένου, ποιῶν ὀρθά, ἀρραγῆ, σύμμιλτα, βάθος μὴ ἔλατ[τον ἐννέα] | |
| δακτύλους, πρῶτον διαξέσας σημείας παρὰ το[ὺς ἁρμοὺς] | |
| καθ’ ἕκαστον τῶν λίθων ἐν ὀρθῶι πρὸς τὸ προσαγ̣[ωγεῖον] | |
| 140 | καὶ τὴν γραμμὴν τὴν καταγραφεῖσαν, πρὸς ἣν [παραξέ]- |
| σει τὴν παραξοήν. παραξέσει δὲ καὶ τὴν ἐν τῶι πρ[οδόμῳ γραμ]- | |
| μὴν ὡσαύτως· ἔπειτεν ἀναθυρώσει τοὺς ἁρμοὺ[ς πρὸς τὸν] | |
| κανόνα τὸν λίθινον τῶν κειμένων καταστρωτ[ήρων, πρὸς] | |
| οὓς μέλλει τιθέναι, καθὼς καὶ περὶ τῶν ἀπιόντων [ἁρμῶν] | |
| 145 | γέγραπται. ὅταν δὲ μέλληι τιθέναι τοὺς λίθους, πρ[οεπικόψει] |
| τοὺς κρατευτὰς κατὰ κεφαλὴν καὶ τὴν ὑπευθυντη[ρίαν, τοὺς] | |
| μὲν κρατευτὰς ἀπὸ ξοΐδος πυκνῆς χαρακτῆς ἐπη̣[κονημέ]- | |
| νης, τὴν δὲ ὑπευθυντηρίαν ἀπὸ ξοΐδος ἀρτιστόμο[υ, ἀκολού]- | |
| θως τοῖς κειμένοις καὶ τέλος ἔχουσιν, καὶ ἀποδείξ[ει ἐπικε]- | |
| 150 | κομμένα δοκίμως· εἶτεν θήσει τοὺς καταστρωτῆρ[ας, ἐργα]- |
| ζόμενος καθὼς γέγραπται, ἀρχόμενος τῆς θέσεω[ς ἀριστε]- | |
| ραχόθεν, ὡς ἂν αὐτῶι δειχθῆι, ἕνα ἀμφ’ ἁρμόν, ἐμβα[λὼν — —]- | |
| ψος ἐπίσφηνον, κατὰ κεφαλὴν δὲ στοιχοῦντα τ[οῖς κειμένοις] | |
| καὶ τέλος ἔχουσιν, καὶ ἐλαίωι δὲ καθαρῶι πρὸς πάν[τας τοὺς κα]- | |
| 155 | νόνας χρήσεται καὶ μίλτωι Σινωπίδι· ἐὰν δὲ μὴ χ[ρῆται μίλ]- |
| τωι Σινωπίδι ἢ ἐλαίωι καθαρῶι, ζημιωθήσεται ὑπ[ὸ τῶν ναο]- | |
| ποιῶν καὶ βοιωταρχῶν, καὶ οὐ πρότερον αὐτῶι λί[θος οὐδεὶς] | |
| κατακλεισθήσεται, ἕως ἂν ἐπιδείξηι τοῖς ναοπο[ιοῖς χρησά]- | |
| μενος μίλτωι Σινωπίδι δοκίμωι καὶ ἐλαίωι καθαρῶ[ι· ἐπιδεί]- | |
| 160 | ξει δὲ τὴν μὲν ἐργασίαν καὶ τὴν σύνθεσιν τῶι ἀρχιτέκ̣[τονι, τῷ δ’ ὑ]- |
| παρχιτέκτονι τῶν λίθων πάντων τοὺς ἁρμοὺς καὶ τ[ὰς βά]- | |
| σεις, ἅμα τριμματολογῶν τὰς μὲν βάσεις ἐκ χλόης ἐλ̣[αίας], | |
| ἐν ταῖς ἰδίαις χώραις βεβηκότας ὅλους ἀσχάστους, ἀνε[γκλή]- | |
| τους, ἀνυποπάστους, ὁμοτριβοῦντας, διακρούων τὰ δ[ιάκε]- | |
| 165 | να τῶν τριμμάτων τὰ μὲν εἰς τοὺς κρατευτὰς ἀπὸ ξοΐδ[ος χα]- |
| ρακτῆς πυκνῆς ἐπηκονημένης, τὸ δὲ ἐπὶ τὴν ὑπευθυν[τηρί]- | |
| αν ἀπὸ ξοΐδος ἀρτιστόμου· τοὺς δὲ ἁρμοὺς ἐξ ἐλαίου κ[— — —]- | |
| βδίου ἀπὸ λειστρίου λείου ἐπηκονημένου· ὅταν δὲ συντε[λέσῃ] | |
| τὸν ἁρμὸν ἐγνιτρώσας καὶ ἐκπλύνας ὕδατι καθαρῶι, ἔπ̣[ειτεν] | |
| 170 | κατακλειέτω. τὴν δὲ ἐμβολὴν τῶν γόμφων καὶ τῶν δ[εμάτων] |
| καὶ τῶν π[ε]λεκίνων καὶ τὸν σταθμὸν τούτων καὶ τὴν μ[ολυβδο]- | |
| χοΐαν πᾶ[σ]αν <ἐπιδείξει> τοῖς ναοποιοῖς παρὼν αὐτὸς ὁ ἐργώνης, ἀ[νεπί]- | |
| δεικτον δὲ μηδὲν κατακλειέτω· ἐὰν δέ τι κατακλείση[ι, πάλιν] | |
| τε ἐξ ἀρχῆς ἄρας ποιήσει καὶ ζημιωθήσεται ὑπὸ τῶν ναοπ[οιῶν] | |
| 175 | καὶ βοιωταρχῶν καθ’ ὅτι ἂν φαίνηται ἄξιος εἶναι μὴ ποιῶν [τῶν ἐν] |
| τῆι συγγραφῆι γεγραμμένων. καὶ ἐάν τις ἄλλος τῶν συ[νεργα]- | |
| ζομένων ἐξελέγχηταί τι κακοτεχνῶν, ἐξελαυνέσθω ἐ[κ τοῦ] | |
| ἔργου καὶ μηκέτι συνεργαζέσθω· ἐὰν δὲ μὴ πεί[θ]ηται, ζη[μιωθή]- | |
| σεται καὶ οὗτος μετὰ τοῦ ἐργώνου. καὶ οὐ πρότερον οὐδέν[α μο]- | |
| 180 | λυβδοχοήσει λίθον, ἕως ἂν ποιήσηι τὰ γεγραμμένα. ἐὰν δὲ π̣[αρὰ] |
| τὸ ἔργον συμφέρηι τινὶ μέτρωι τῶν γεγραμμένων προσλ[ιπεῖν ἢ] | |
| συνελεῖν, ποήσει ὡς ἂν κελεύωμεν. ὅταν δὲ συνθῆι π[άντας] | |
| τοὺς καταστρωτῆρας, ἐπικοψάτω κατὰ κεφαλὴν ἀκολούθ[ως τοῖς] | |
| κειμένοις καὶ τέλος ἔχουσιν, καὶ μιλτολογησάτω ἀπὸ ξοΐδ[ος χαρα]- | |
| 185 | κτῆς δοκίμως τῶι μακρῶι κανόνι διακολαπτηρίζων τού[τους] |
| κύκλωι πάντας, διαβητιζόμενος κατὰ κεφαλὴν ἀπὸ τῆς ὑ[παρχού]- | |
| σης περιτενείας τῶν καταστρωτήρων, κύβους κατασκευ[ασάμε]- | |
| νος ξύλων ξηρῶν ἀγριελαΐνων καὶ ἀποδείξας ὀρθὰ καὶ σύμ[μιλτα]. |
IG VII
3073