| 1 | Μινακὼ Λίβυος |
| χρηστή. | |
| εἴ τις ὅλως γέγονεν χρηστὴ γυνή, ἥδ’ ἐγώ εἰμι, | |
| πρός τε δικαιοσύ[ν]ην καὶ τοῖς ἄλλοισιν ἅπασιν· | |
| 5 | οὖσα δὲ τοιαύτη χάριν οὐ δικαίαν κεκόμισμαι |
| οὔτε παρ’ ὧν ωἴμην οὔτε ἀπὸ δαιμονίου. | |
| [οὐδ’ ἄτ]α̣φ̣ος ἀπὸ μητρὸς ἐμῆς καὶ πατρὸς ἄπιμι· | |
| [τέκνα δ’ ἐμὰ κρύ]πτω, οἵας χάριτας μοι ἀπέδ<ω>κα[ν], | |
| [ἀνθ’ ὧν ἤμελλον π]αρὰ τῶν παίδων κομίσεσθαι. |
IG II²
12141