[ ] Boiotia — Haliartos — after 168 BC
See also:
1 ἄρχοντος Ἀθήνησι Νικοδήμου,
ἐπιμε[λη]τοῦ δὲ ἐ̣ν <Ἁ>λιάρτ<ωι> Ἀ[νταγόρου τ]-
οῦ Ἀντ<α>γόρο<υ> Ὀτ[ρ]υν[ως, ὁ ἱερε]-
[ὺ]ς τῆς Ἀρτέμιδος Καλλίστρα-
5 τος <εἶπε>· ἐπειδὴ Ἀντάγορος Ἀνταγό-
ρου Ὀτρυνεὺς ὁ κατασταθεὶς τα-
μίας τῆς συνόδου τῶν κυνηγῶν
[τ]ούς τε λόγους καταβέβληται ὀρ-
[θῶ]ς καὶ δικαίως, κατασταθεὶς δὲ
10 [καὶ ἐπ]ὶ τὴν ἐπισκευὴν τοῦ οἴκου κ[α]-
λῶς καὶ δικαίως ἀνεστράφη, ἔτι
[δ]ὲ πλείονα εὔχρηστα πεποίηκε [τῇ]
συνόδωι τῶν κυνηγῶν· κατὰ τ[αῦτα]
πάντα ἐπαινέσαι Ἀντάγορον [Ἀντ]-
15 α[γόρ]ο[υ], δεδόχθαι τ[ε τῇ συνόδῳ τῶν κυ]-
<ν>η<γῶ>ν, στεφ<α>νῶ<σ>[αι αὐτὸν χρυσῷ στεφάν]-
ωι [— — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us