IG VII 2849
[ ] Boiotia — Haliartos — bef. 168 BC
1 [θιὸς τύχαν ἀγαθάν. ἐπὶ] Ξέννιος ἄρχοντος,
[— — — — — — — — — ἔλε]ξεν· προβεβωλευμένον εἶ-
[μεν αὑτῦ, ἐπιδεὶ — — — —]τεις Ξενοκράτιος Μακε-
[δὼν ἐς — — — — ἀνεὶρ φι]λόσοφος παρεπιδαμίων
5 [ἐν τῆ πόλι, τὰς ἐπιδίξι]ς ποιεισάμενος εὐδό-
[ξως κὴ εὐπρεπῶς, ἐν τῦ γυμν]ασίυ σχολάδδων τώς
[τε ἐφείβως παιδεύων, σεμ]νῶς ἀστρέφετη ἐν τῆ π-
[όλι, δεδόχθη τῦ δάμυ, πρόξ]ενον εἶμεν κὴ εὐεργέτα-
[ν τᾶς πόλιος — —τια κὴ α]ὐτὸν κὴ ἐσγόνως, κὴ εἶ-
10 [μεν αὐτῦς γᾶς κὴ ϝυκίας] ἔππασιν κὴ ϝισοτέλιαν
[κὴ ἀσφάλιαν κὴ ἀσουλία]ν κὴ πολέμω κὴ ἰράνας ἰώ-
[σας κὴ κατὰ γᾶν κὴ κατὰ θάλα]τταν, κὴ τὰ ἄλλα πάντα
[καθάπερ κὴ τῦς ἄλλυς π]ροξένυς κὴ εὐεργέ-
[της τᾶς πόλιος. τὸν δὲ ταμίαν] ἀγγράψη τὸ ψάφισμα
15 [τόδε εἷ κα δοκεῖ ἐν καλλί]στυ εἶμεν.
Search Help
Contact Us