[ ] Boiotia — Akraiphia — 67 AD
1 (I) Αὐτοκράτωρ Καῖσαρ   λέγει· τῆς εἴς με εὐνοί-
  ας τε καὶ εὐσεβείας ἀμείψασθαι θέλων τὴν εὐγε-
  νεστάτην Ἑλλάδα κελεύω πλείστους καθ’ ὅ[σ]ο[ν]
  ἐνδέχεται ἐκ ταύτης τῆς ἐπαρχείας παρῖναι
5   ἰς Κόρινθον τῇ πρὸ τεσσάρων Καλανδῶν Δε-
  κεμβρίων.
(II) συνελθόντων τῶν ὄχλων ἐν ἐκκλησίᾳ προσεφώ-
  νησεν τὰ ὑπογεγραμμένα.
ἀπροσδόκητον ὑμεῖν, ἄνδρες Ἕλληνες, δωρεάν,
10   εἰ καὶ μηδὲν παρὰ τῆς ἐμῆς μεγαλοφροσύνης
  ἀνέλπιστον, χαρίζομαι, τοσαύτην, ὅσην οὐκ ἐχωρή-
  σατε αἰτεῖσθαι. πάντες οἱ τὴν Ἀχαΐαν καὶ τὴν ἕως
  νῦν Πελοπόννησον κατοικοῦντες Ἕλληνες
λάβετ’ ἐλευθερίαν ἀνισφορίαν, ἣν οὐδ’ ἐν τοῖς εὐτυ-
15   χεστάτοις ὑμῶν πάντες χρόνοις ἔσχετε·
  ἢ γὰρ ἀλλοτρίοις ἢ ἀλλήλοις ἐδουλεύσατε.
εἴθε μὲν οὖν ἀκμαζούσης τῆς Ἑλλάδος παρειχό-
  μην ταύτην τὴν δωρεάν, ἵνα μου πλείονες ἀπολ-
  αύωσι τῆς χάριτος· διὸ καὶ μέμφομαι τὸν αἰῶνα
20   προδαπανήσαντά μου τὸ μέγεθος τῆς χάριτος.
  καὶ νῦν δὲ οὐ δι’ ἔλεον ὑμᾶς, ἀλλὰ δι’ εὔνοιαν εὐερ-
  γετῶ, <ἀ>μείβομαι δὲ τοὺς θεοὺς ὑμῶν ὧν καὶ διὰ
  γῆς καὶ διὰ θαλάττης αἰεί μου προνοουμένων πε-
  πείραμαι, ὅτι μοι τηλικαῦτα εὐεργετεῖν παρέσχον.
25   πόλεις μὲν γὰρ καὶ ἄλλοι ἠλευθέρωσαν ἡγεμόνες,
[Νέρων δὲ ὅλη]ν̣ ἐπαρχείαν.
(III) ὁ ἀρχιερεὺς τῶν Σεβαστῶν διὰ βίου καὶ Νέρωνος
  Κλαυδίου Καίσαρος Σεβαστοῦ Ἐπαμεινώνδας
 Ἐπαμεινώνδου εἶπεν· προβεβουλευμένον ἑαυ-
30   τῷ εἶναι πρός τε τὴν βουλὴν καὶ τὸν δῆμον,
ἐπιδὴ ὁ τοῦ παντὸς κόσμου κύριος Νέρων, αὐτο-
  κράτωρ μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ τρισ-
  καιδέκατον ἀποδεδειγμένος, πατὴρ πατρίδος,
  νέος Ἥλιος ἐπιλάμψας τοῖς Ἕλλησιν, προειρημέ-
35   νος εὐεργετεῖν τὴν Ἑλ<λ>άδα, ἀμειβόμενος δὲ
  καὶ εὐσεβῶν τοὺς θεοὺς ἡμῶν, παριστανομένους
  αὐτῷ πάντοτε ἐπὶ προνοίᾳ καὶ σωτηρίᾳ, τὴν ἀπὸ
  παντὸς τοῦ αἰῶνος αὐθιγενῆ καὶ αὐτόχθονα ἐλευ-
  θερίαν πρότερον ἀφαιρεθεῖσαν τῶν Ἑλλήνων εἷς
40   καὶ μόνος τῶν ἀπ’ αἰῶνος αὐτοκράτωρ μέγιστος
  φιλέλλην γενόμενος 〚Νέρων〛 Ζεὺς Ἐλευθέριος ἔδω-
  κεν ἐχαρίσατο ἀποκατέστησεν εἰς τὴν ἀρχαιό-
  τητα τῆς αὐτονομίας καὶ ἐλευθερίας, προσθεὶς
  τῇ μεγάλῃ καὶ ἀπροσδοκήτῳ δωρεᾷ καὶ ἀνεισφο-
45   ρίαν, ἣν οὐδεὶς τῶν πρότερον Σεβαστῶν ὁλοτελῆ
  ἔδωκεν. δι’ ἃ δὴ πάντα δεδογμένον εἶναι τοῖς τε ἄρ-
  χουσι καὶ συνέδροις καὶ τῷ δήμῳ, καθιερῶσαι μὲν κα-
  τὰ τὸ παρὸν τὸν πρὸς τῷ Διὶ τῷ Σωτῆρι βωμὸν ἐπι-
  γράφοντας "Διὶ Ἐλευθερίῳ 〚Νέρων〛ι εἰς αἰῶνα", καὶ ἀγάλμα-
50   τα ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου συνκαθει-
  δρύοντας τοῖς [ἡμῶν] πατρίοις θεοῖς 〚Νέρωνος〛 Διὸς
 Ἐλευθερίου καὶ Θεᾶς Σεβαστῆς 〚Μεσσαλίνης〛, ἵνα
  τούτων οὕτως τελεσθέντων καὶ ἡ ἡμετέρα πόλις
  φαίνηται πᾶσαν τειμὴν καὶ εὐσέβειαν ἐκπεπληρω-
55   κυῖα εἰς τὸν τοῦ κυρίου Σεβαστοῦ 〚Νέρωνος οἶκον〛.
  εἶναι δὲ ἐν ἀναγραφῇ τὸ ψήφισμα παρά τε τῷ Διὶ τῷ Σω-
  τῆρι ἐν τῇ ἀγορᾷ ἐν στήλῃ, καὶ ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλω-
  νος τοῦ Πτωΐου.
Search Help
Contact Us