[ ]
Boiotia — Akraiphia — 67 AD
1 | (I) Αὐτοκράτωρ Καῖσαρ λέγει· τῆς εἴς με εὐνοί- |
ας τε καὶ εὐσεβείας ἀμείψασθαι θέλων τὴν εὐγε- | |
νεστάτην Ἑλλάδα κελεύω πλείστους καθ’ ὅ[σ]ο[ν] | |
ἐνδέχεται ἐκ ταύτης τῆς ἐπαρχείας παρῖναι | |
5 | ἰς Κόρινθον τῇ πρὸ τεσσάρων Καλανδῶν Δε- |
κεμβρίων. | |
(II) συνελθόντων τῶν ὄχλων ἐν ἐκκλησίᾳ προσεφώ- | |
νησεν τὰ ὑπογεγραμμένα. | |
ἀπροσδόκητον ὑμεῖν, ἄνδρες Ἕλληνες, δωρεάν, | |
10 | εἰ καὶ μηδὲν παρὰ τῆς ἐμῆς μεγαλοφροσύνης |
ἀνέλπιστον, χαρίζομαι, τοσαύτην, ὅσην οὐκ ἐχωρή- | |
σατε αἰτεῖσθαι. πάντες οἱ τὴν Ἀχαΐαν καὶ τὴν ἕως | |
νῦν Πελοπόννησον κατοικοῦντες Ἕλληνες | |
λάβετ’ ἐλευθερίαν ἀνισφορίαν, ἣν οὐδ’ ἐν τοῖς εὐτυ- | |
15 | χεστάτοις ὑμῶν πάντες χρόνοις ἔσχετε· |
ἢ γὰρ ἀλλοτρίοις ἢ ἀλλήλοις ἐδουλεύσατε. | |
εἴθε μὲν οὖν ἀκμαζούσης τῆς Ἑλλάδος παρειχό- | |
μην ταύτην τὴν δωρεάν, ἵνα μου πλείονες ἀπολ- | |
αύωσι τῆς χάριτος· διὸ καὶ μέμφομαι τὸν αἰῶνα | |
20 | προδαπανήσαντά μου τὸ μέγεθος τῆς χάριτος. |
καὶ νῦν δὲ οὐ δι’ ἔλεον ὑμᾶς, ἀλλὰ δι’ εὔνοιαν εὐερ- | |
γετῶ, <ἀ>μείβομαι δὲ τοὺς θεοὺς ὑμῶν ὧν καὶ διὰ | |
γῆς καὶ διὰ θαλάττης αἰεί μου προνοουμένων πε- | |
πείραμαι, ὅτι μοι τηλικαῦτα εὐεργετεῖν παρέσχον. | |
25 | πόλεις μὲν γὰρ καὶ ἄλλοι ἠλευθέρωσαν ἡγεμόνες, |
[Νέρων δὲ ὅλη]ν̣ ἐπαρχείαν. | |
(III) ὁ ἀρχιερεὺς τῶν Σεβαστῶν διὰ βίου καὶ Νέρωνος | |
Κλαυδίου Καίσαρος Σεβαστοῦ Ἐπαμεινώνδας | |
Ἐπαμεινώνδου εἶπεν· προβεβουλευμένον ἑαυ- | |
30 | τῷ εἶναι πρός τε τὴν βουλὴν καὶ τὸν δῆμον, |
ἐπιδὴ ὁ τοῦ παντὸς κόσμου κύριος Νέρων, αὐτο- | |
κράτωρ μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ τρισ- | |
καιδέκατον ἀποδεδειγμένος, πατὴρ πατρίδος, | |
νέος Ἥλιος ἐπιλάμψας τοῖς Ἕλλησιν, προειρημέ- | |
35 | νος εὐεργετεῖν τὴν Ἑλ<λ>άδα, ἀμειβόμενος δὲ |
καὶ εὐσεβῶν τοὺς θεοὺς ἡμῶν, παριστανομένους | |
αὐτῷ πάντοτε ἐπὶ προνοίᾳ καὶ σωτηρίᾳ, τὴν ἀπὸ | |
παντὸς τοῦ αἰῶνος αὐθιγενῆ καὶ αὐτόχθονα ἐλευ- | |
θερίαν πρότερον ἀφαιρεθεῖσαν τῶν Ἑλλήνων εἷς | |
40 | καὶ μόνος τῶν ἀπ’ αἰῶνος αὐτοκράτωρ μέγιστος |
φιλέλλην γενόμενος 〚Νέρων〛 Ζεὺς Ἐλευθέριος ἔδω- | |
κεν ἐχαρίσατο ἀποκατέστησεν εἰς τὴν ἀρχαιό- | |
τητα τῆς αὐτονομίας καὶ ἐλευθερίας, προσθεὶς | |
τῇ μεγάλῃ καὶ ἀπροσδοκήτῳ δωρεᾷ καὶ ἀνεισφο- | |
45 | ρίαν, ἣν οὐδεὶς τῶν πρότερον Σεβαστῶν ὁλοτελῆ |
ἔδωκεν. δι’ ἃ δὴ πάντα δεδογμένον εἶναι τοῖς τε ἄρ- | |
χουσι καὶ συνέδροις καὶ τῷ δήμῳ, καθιερῶσαι μὲν κα- | |
τὰ τὸ παρὸν τὸν πρὸς τῷ Διὶ τῷ Σωτῆρι βωμὸν ἐπι- | |
γράφοντας "Διὶ Ἐλευθερίῳ 〚Νέρων〛ι εἰς αἰῶνα", καὶ ἀγάλμα- | |
50 | τα ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου συνκαθει- |
δρύοντας τοῖς [ἡμῶν] πατρίοις θεοῖς 〚Νέρωνος〛 Διὸς | |
Ἐλευθερίου καὶ Θεᾶς Σεβαστῆς 〚Μεσσαλίνης〛, ἵνα | |
τούτων οὕτως τελεσθέντων καὶ ἡ ἡμετέρα πόλις | |
φαίνηται πᾶσαν τειμὴν καὶ εὐσέβειαν ἐκπεπληρω- | |
55 | κυῖα εἰς τὸν τοῦ κυρίου Σεβαστοῦ 〚Νέρωνος οἶκον〛. |
εἶναι δὲ ἐν ἀναγραφῇ τὸ ψήφισμα παρά τε τῷ Διὶ τῷ Σω- | |
τῆρι ἐν τῇ ἀγορᾷ ἐν στήλῃ, καὶ ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλω- | |
νος τοῦ Πτωΐου. | |