[ ] Boiotia — Akraiphia — 37 AD
1 (I) [στρατηγὸς Ἀχαιῶ]ν καὶ Βοιωτῶν καὶ Λοκρῶν καὶ Εὐβοέων καὶ
[Φωκέων — — —]ς Διοδότου Ἀ[ρ]γεῖος Ἀκρηφιέων ἄρχουσι χαίρειν.
[ὁ πεμφθεὶς ὑ]φ’ ὑμῶν πρεσβευτὴς Ἐπαμινώνδας Ἐπαμινώνδου ἐ[π]α-
[ινετῶ]ς καὶ σπουδαίως ἀπέδωκέν μοι τὴν παρ’ ὑμῶν ἐπιστολὴ[ν]
5 [περὶ τῆς] εἰς Καίσαρα Γερμανικὸν Σεβαστὸν εὐσεβείας τόν τε ὅρ[κον]
[ὤμοσε]ν ὑπὲρ τῆς πόλεως ὑμῶν, παρόντος καὶ τοῦ ἡγεμόνος,
[ἐναντίον] τοῦ συνεδρίου, καὶ τῆς συνόδου μετέσχεν, πρεσβείας τε ζη-
[τουμένη]ς ὑπὲρ Βοιωτῶν πρὸς τὸν Σεβαστὸν καἰκ τῶν μειζόνων πόλε̣[ων]
[τῶν παρ]όντων κα[ὶ] ἐξομνυμένων καὶ ἐπικαλουμένων ὡς ἀποστῆναι
10 [κινδυ]νεύ<ε>ιν τὴν Βοιωτίαν ἀπὸ τῶν Πανελλήνων, ἄριστον ἔργον ἐποίησεν
[καὶ εὐγ]ενὲς καὶ εὐσεβείας ἐχόμενον τῆς εἰς τὸν Σεβαστὸν ὁ ὑμέτερος
[πρεσ]βευτὴς Ἐπαμινώνδας, ὑποσχόμενος τὴν πρὸς τὸν Σεβαστὸν πρεσ-
[βείαν ὑ]πὲρ τοῦ Β<οι>ωτῶν ἔθνους κατὰ δωρεάν, ἐφ’ ᾧ ὑπὸ πάντων τῶν Ἑλ-
[λήνω]ν ἀποδοχῆς ἠξιώθη καὶ ἐπαίνων καὶ τειμῶν ἃς ἐψηφισάμεθα
15 [αὐτῷ]. ἔρρωσθε. (II) ἔδοξε τῇ συνόδῳ τῶν Ἑλλήνων, ἐπαινέσαι Ἐπα-
[μινώ]νδαν Ἐπαμινώνδου Ἀκρηφιῆ, ἐπειδὴ πολλῆς ζητήσεως γενομέν-
[ης ὑ]πέσχετο τὴν πρὸς τὸν Σεβαστὸν πρεσβείαν προθυμότατα κατὰ
[δωρε]ὰν ὑπὲρ τοῦ Βοιωτῶν ἔθνους, ἣν ἄλλοι παρόντες ἐκ τῶν μειζόνω[ν]
[πόλε]ων ἠρνήσαντο, στεφανῶσαι δ’ αὐτὸν καὶ χρυσῷ στεφάνῳ καὶ εἰκ[όνι]
20 [γραπ]τ̣ῇ τύχῃ τῇ ἀγαθῇ· εἶναι δὲ καὶ ἐν ἀναγραφῇ τὸ ψήφισμα τῶν Ἑλ[λήνων].
(III) [Αὐτοκ]ράτωρ Σεβαστὸς Καῖσαρ, θεοῦ Σεβαστοῦ ἔ[κγ]ονος, Τιβερίου Καί[σα]-
[ρος υἱ]ωνός, ἀρχιερεύς, δημαρχικῆς ἐξουσίας, ὕπατος, Ἀχαιῶν καὶ Βοιω-
[τῶν κ]αὶ Λοκρῶν καὶ Φωκέων καὶ Εὐ[βοέ]ων τῷ κοινῷ χαίρειν· ἀναγνοὺς
[τὸ δο]θέν̣ μοι ὑπὸ τῶν ὑμετέρων πρεσβευτῶν ψήφισμα ἔγνων ὅτι οὐδεμίαν̣
25 [ὑ]π̣ερβολὴν ἀπελίπετε τῆς εἰς ἐμὲ [προθυ]μ̣ίας καὶ εὐσεβείας ἰδίᾳ τε
[ἕκασ]τος θυσάμενοι ὑπὲρ τῆς ἐμῆς <σ>ωτηρίας, καὶ κοινῇ ἑορτάσαντες
[κα]ὶ τειμὰς ἃς ἠδύνασθε μεγίστας ψηφισάμενοι, ἐφ’ οἷς ἅπασι ἐπαινῶ
[ὑμ]ᾶς καὶ ἀποδέχομαι, καὶ μεμνημένος τῆς ἐκ παλαιῶν χρόνων
[ἐπιφ]α̣νείας ἑκάστου τῶν Ἑλληνικῶν δ[ήμω]ν ἐῶ ὑμᾶς συνισταμένους.
30 [τῶν ἀ]νδριάντων, οὓς ἐψηφίσασ<θ>έ μοι, τὸ πολὺ πλῆθος, ἐὰν ὑμεῖν δοκῇ,
[ἀφε]λόντες ἀρκέσθητε τοῖς Ὀλυμπίασι καὶ Νεμέᾳ καὶ Πυθοῖ καὶ Ἰσ-
[θμοῖ] τεθησομένοις, ὅπ[ως — — — — — — — — — —]σθε καὶ ἑαυτοὺς ἧτ-
[τον ἀνα]λώμασι βαρυνεῖ<τ>[ε. ἀπέδωκάν μοι] τὸ ψήφισμα πρεσβε-
[υταί, ὧ]ν τὰ ὀνόματα ὑπ[ογέγραπται. εὐτυχεῖτε].[ρ]χιπρεσβευτής· Μέν-
35 [αν]δρ<ο>ς Λευκίου [— — — — — — — — — Ἀχαι][ν] δὲ Θεόπομπος Ἀ-
[ριστο]δάμου, Ἀριστ[— — — — — — —, — — — —]ος Ἐπιδίκο<υ>, Τιμόξεν-
[ος Τ]ειμοξέν[ο]υ, ․λ[— — — — — — — — —, — —]δαμος Τειμανδρ-
[ίδου], Μηνοφάνης [— — — —, — — — — — —]δου, Βοιωτῶν δὲ Ἐπα-
[μινώ]νδας Ἐπαμινώνδο[υ, — — — — —, — — —]νων, Ἡράκλειτος
40 [Ὀλυμ]πίωνος, Φωκέων [δὲ — — — —, Εὐβο]έων δὲ Ἀριστόδικος
[— — —]φου, Λοκρῶν δὲ [— — — — —, — — — —]ης Ἀναξιδότου. ἐδό-
[θη πρὸ] δεκατεσσάρων Καλανδῶν Σεπτεμβρίων ἐν Ῥώμῃ.
(IV) [— —]ων Ἡρακλείδου ὁ ἀν[τ]άρχων Ἀ[ρ]ισ[τ]ομάχου τοῦ Ἐρασίππου, τ̣οῦ
[γραμ]ματέως τῶν Ἀ[χαιῶν, τ]ῷ κοινῷ Βοιωτῶν καὶ τῷ γραμματεῖ χαί-
45 [ρειν τοῦ πεμφθέντος ὑφ’ ὑμῶν πρεσβευτοῦ Ἐπαμινώνδου
[Ἐπαμινώ]νδου ἀποδόντος μετὰ τῶν ἄλλων τῆς Ἀχαΐ<α>ς συνπρεσβευ-
[τῶν τ]ὴν παρὰ τοῦ Σεβαστοῦ ἐπιστολὴν πέπομφα ὑμεῖν τὸ ἀντίγραφ-
[ον, τ]άς τε νῦν πάλιν πρεπούσας αὐτῷ τειμάς, ἃς ἐψηφισάμεθα,
[παραι]τησαμένου μετὰ τῶν συνπρέσβεων ὑπερ<ε>θέμεθα εἰς τὴν
50 [δευτ]έραν ἐσομένην τῶν Ἀχαιῶν σύνοδον. ἔρρωσθε.
(V) [τὸ κοι]νὸν Βοιωτῶν καὶ ὁ γραμματεὺς τοῦ συνεδρίου Ζώπυρος
[Ἀγα]μ̣ήσστορος Ἀκρηφιέων ἄρχουσι  χαίρ<ε>ιν·  τῶν κυρωθ-
[εισῶν] τιμῶν ὑπὸ τῶν Βοιωτῶν Ἐπαμινώνδᾳ Ἐπαμινώνδου
[τῷ π]ολείτῃ ὑμῶν πεπόμφαμεν ὑμῖν τὸ ἀντίγραφον σημη-
55 [νάμε]νοι τῇ κοινῇ σφραγῖδι. ἔρρωσθε. (VI) ἔδοξε τοῖς σύνπα-
[σ]ι ναοποιοῖς ἐν τῇ πανηγύρει τῶν Παμβοιωτίων·
[ἐπειδ]ὴ Ἐπαμινώνδας Ἐπαμινώνδου ἀνὴρ καλός τε κἀγαθὸς ὑ-
[πάρ]χων παρὰ πάντα τὸν βίον καὶ ἐν τῷ π[α]ρόντι μηδὲν ἐν-
[λιπεῖν] βουλόμενος εἰς τὸ ἔθνος, κ̣[αθ’] ὃν καιρὸν ἡ πᾶσιν μακα-
60 [ριωτ]άτη ἐπέλαμψεν ἡ[γ]εμονία τοῦ νέου θεοῦ Σεβαστοῦ,
[πρεσ]βείας ζητουμένης ἐν τοῖς Πανέλλησι[ν][π]ὲρ τοῦ Βοι-
[ωτῶ]ν ἔθνους μηδενός τε βουλομένου ὑπομεῖναι τὸ βά-
[ρος, π]άντα ἐν ἐλάσσονι θέμενος τὰ ἑαυτοῦ ἐ[πείγ]οντα πράγμα-
[τα, ἐ]π̣εδέξατο τὸ μεγαλόφρον, προσενδεξάμενος κατὰ δωρεὰν
65 [πρεσ]βεύσ<ε>ιν πρὸς τὸν Σεβαστὸν Καίσαρα Γερμανικὸν καὶ
[συνπλ]ηρώσας τὰ τῆς πρεσβ<ε>ίας προσενενκών τε μετὰ τῶν
[συνπρέσ]βεων τὰς ἐψηφισμένας τιμὰς ὑπὸ τῶν Πανελλήνω-
[ν τῷ Σε]βαστῷ, ἤνεν{εν}κεν {²⁶ἤνενκεν}²⁶ ἀπόκριμα πρὸς τὸ ἔθνος πάσης
[φιλαν]θρωπίας καὶ ἐλπίδων ἀγαθῶν πλῆρες· δι’ ἃ δὴ
70 [πάντ]α ἔδοξε τῷ κοινῷ Βοιωτῶν, <ἐπαινέσαι> Ἐπαμινώνδαν ἐφ’ ᾗ
[εἶχε]ν εἰς τὸ ἔθνος μεγαλοψυχίᾳ τε καὶ εὐνοίᾳ, ἀνα-
[θεῖνα]ι δὲ αὐτοῦ καὶ εἰκόνα γραπτὴν ἐν ὅπλῳ ἐπιχρύσῳ
[ἐν τῷ ν]αῷ τῆς Εἰτωνίας Ἀθηνᾶς, τὴν ἐπιγραφὴν ποιησα-
[μένου]ς τήνδε· "τὸ κοινὸν Βοιωτῶν Ἐπαμινώνδαν
75 [Ἐπα]μινώνδου, πρεσβεύσαντα πρῶτον ὑπὲρ τοῦ Βοιω-
[τῶν ἔ]θνους κατὰ δωρεὰν πρὸς τὸν νέον Σεβαστὸν
[Καίσ]αρα Γερμανικόν, ἀρετῆς ἕνεκεν [καὶ εὐνοί]ας."
(VII) [Θηβαί]ων ἄρχοντες καὶ ἡ βουλὴ καὶ ὁ δῆμ[ος Ἀκρηφιέ]ων ἄρ-
[χουσ]ι, βουλῇ, δήμῳ χαίρειν·  τῶν [ἐψηφισαμέ]νων
80 [παρ’ ἡ]μεῖν τειμῶν καὶ πολειτείας Ἐπ[αμινώνδᾳ] Ἐπαμ-
[ινώ]νδου τῷ πολείτῃ ὑμῶν πεπόμ̣[φαμεν ὑμ]εῖν
[τὸ ἀν]τίγραφον καθὼς ἔδοξεν ἡμεῖ[ν σημηνάμενοι τῇ] δημο-
[σίᾳ σ]φραγῖδι· παρεκαλέσαμεν δὲ τὸν̣ [τὸ ἀντίγραφον] διακο-
[μίζοντα] π̣ρὸς ὑμᾶς Δωρόθεον Νεικοκλ[έους ἁρμόζοντα]ς ἀπὸ
85 [τῆς ἡ]μετέρας πόλεος λόγους ποιήσ[ασθαι πρὸς] τὴν ὑ-
[μετέ]ραν καθ’ ἃς ἔλαβεν παρὰ τῆς [βουλῆς καὶ τοῦ δ]ήμου
[ἐντο]λάς.    ἔρρωσθε. (VIII) ἐπε̣[ιδὴ Ἐπαμινώνδα]ς Ἐπαμιν-
[ών]δου ἀνὴρ καλὸς καὶ ἀγαθ[ὸς ὑπὲρ τοῦ] ἔθνους ὑπ-
[άρχει] συνπολειτευόμε[νος — — — — — — —]τοτε καὶ
90 [— — — — — — — — — — — — — — — — — —]ς ἐποίη-
[σεν ἀρίστῃ χρησάμενος βίο]υ ἀγωγῇ, καὶ
[ἰδίᾳ τε πρὸς ἕκαστον ἡμῶν] καὶ κοινῇ πρὸ[ς]
[πάντας διά τε τοῦ χρόνου τ]ο̣ῦ παρεληλυθότος
[προσεφέρετο καλῶς καὶ ἀξίως τ]ῆς ἑαυτοῦ ἀγωγῆς, καὶ
95 [ζητουμένης παρ’ ἡ]μ̣ῶν  πρώτης καὶ ἀνανκαι-
[οτάτης πρὸς] τ̣ὸν νέον Σεβαστὸν πρεσβείας
[ὑπὲρ τοῦ ἔθ]ν̣ους ε̣ἰς τὸ κοινὸν τῶν Βοιωτῶν, πολλῶν ὀ-
[κνησ]άντων ὑπομεῖναι τὸ βάρος καὶ τὴν ὄχλησιν
[τῆς] ἀποδημίας, κινδυνεύοντός τε τοῦ ἔθνους ἀπ-
100 [οσπασ]θῆναι τῆς κοινῆς τῶν Ἀχαιῶν ἐλπίδος καὶ φι-
[λαν]θρωπίας, αὐτεπάνγελτος ἐν τῷ κοινῷ τῶν Παν-
[ελλή]νων τῷ ἀχθέντι ἐν Ἄργει ὑπομείνας ἣν ἄλλοι
[πολλοὶ] καλούμενοι ἠρνήσαντο πρεσβείαν οὐδὲ εἰς πα-
[ρασκε]υὴν χρόνον αἰτησάμενος ἀνελλιπῶς ἐξῆ-
105 [λθε κ]αὶ ταῦτα καὶ τὰς δαπάνας μετὰ τῆς ὀχλήσεως
[ἐκ τῶ]ν ἰδίων ὑποσχόμενος,   πληρώσας δὲ τὴν ὑπὲρ
[τοῦ ἔ]θνους πρεσβείαν, τὸ ἀπόκριμα καὶ πρὸς ἡμᾶς
[τοῦ ν]έου Σεβαστοῦ διεκόμισεν πάσης ἐλπίδος
[φι]λανθρωπίνης πλῆρες, ἀνεπιβαρήτους κα-
110 [ὶ τὰς] πόλεις καὶ τὸ κοινὸν καὶ ἐν τῇ ἐξόδῳ καὶ ἐν
[τῇ] πρεσβείᾳ φυλάξας· δι’ ἃ δὴ δεδογμένον εἶναι
[τοῖς] τε ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ Θηβαίων,
[δεδό]σθαι πολειτείαν κατὰ δωρεὰν Ἐπαμεινώνδᾳ
[Ἐπαμ]εινώνδου, καὶ εἶναι αὐτῷ μετοχὴν πάντων
115 [τῶν τ]ῆς πόλεως φιλανθρώπων καθὰ καὶ τοῖς ἐ-
[γχωρί]οις· ἀναθεῖναι δὲ αὐτοῦ καὶ εἰκόνα γραπτὴν
[ἐν ὅπλ]ῳ ἐπιχρύσῳ ἐν τῇ ἀγορᾷ ἐπιγραφὴν ποιήσαντ-
[ας· "ὁ] δῆμος Θηβαίων Ἐπαμεινώνδαν Ἐπαμειν-
[ώνδο]υ, πρεσβεύσαντα κατὰ δωρεὰν ἐν τῷ κοιν-
120 [ῷ τῶν][χ]αιῶν ὑπὲρ τοῦ [Β]οιωτῶν ἔθνους πρὸς
[τὸν Σε]βαστὸν Καίσαρα Γερμανικόν, ἀρετῆς
[ἕνεκ]α̣." ἑλέσθαι δὲ καὶ τὸν διακομίσαντα τὸ ἀντί-
[γραφο]ν τοῦ ψηφίσματος πρὸς τὴν Ἀκρηφιέων πόλιν.
[ᾑρέθη] Δωρόθεος Νικοκλεῦς.
125 (IX) [κατὰ ταὐ]τὰ δὲ καὶ αἱ λοιπαὶ πόλεις
[αἱ ἐν Βοι]ωτίᾳ ψηφίσμ<α>σιν καὶ πολειτείᾳ ἐτείμησαν
[εὐχαριστ]οῦσαι· οὐκ ἐγράφησαν δὲ διὰ τὸ <τὸν> τόπον μὴ
[ἐξαρκεῖν].
Search Help