[ ]
Boiotia — Thisbe — 170 BC
| A.1 | Κόϊντος Μαίνιος Τίτου υἱὸς στρατηγὸς τῆι συνκλή- |
| τωι συνεβουλεύσατο ἐν κομετίωι πρὸ ἡμερ- | |
| [ῶ]ν ἑπτὰ Εἰδυῶν Ὀκτωμβρίων. γραφομένωι | |
| παρῆσαν Μάνιος Ἀκίλιος Μανίου υἱ<ὸς> Ὀλτε[ι]- | |
| 5 | [νί]α, Τίτος Νομίσιος Τίτου υἱός. περὶ ὧν Θισ- |
| [β]εῖς λόγους ἐποιήσαντο περὶ τῶν καθ’ αὑ- | |
| [τ]οὺς πραγμάτων, οἵτινες ἐν τῆι φιλίαι τῆι | |
| ἡμετέραι ἐνέμειναν, ὅπως αὐτοῖς δοθῶσιν, | |
| [ο]ἷς τὰ καθ’ αὑτοὺς πράγματα ἐξηγήσωνται, περὶ τού- | |
| 10 | του τοῦ πράγματος οὕτως ἔδοξεν· ὅπως Κόϊντος |
| Μαίνιος στρατηγὸς τῶν ἐκ τῆς συνκλήτου vacat | |
| [π]έντε ἀποτάξηι, οἳ ἂν αὐτῶι ἐκ τῶν δημοσίων πρα- | |
| [γ]μ̣άτων καὶ τῆς ἰδίας πίστεως φαίνωνται· ἔδοξε. | |
| B.14 | προτέραι Εἰδυῶν Ὀκτωμβρίων. γραφομένωι παρῆ- |
| 15 | σαν Πόπλιος Μούκιος Κοΐντου υἱός, Μάαρκος Κλαύ- |
| διος Μαάρκου υἱός, Μάνιος Σέργιος Μανίου υἱός. | |
| (I) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ λόγους ἐποιήσαντο περὶ χώρας | |
| [κ]αὶ περὶ λιμένων καὶ προσόδων καὶ περὶ ὀρέων· ἃ αὐτῶν ἐγε- | |
| γ̣όνεισαν, ταῦτα ἡμ[ῶ]ν μὲν ἕνεκεν ἔχειν ἐξεῖναι ἔδο- | |
| 20 | ξεν. περὶ ἀρχῶν καὶ περὶ ἱερῶν καὶ προσόδων, ὅπως αὐτοὶ |
| [κ]υριεύωσι, περὶ τούτου τοῦ πράγματος οὕτως ἔδοξεν· | |
| οἵτινες εἰς τὴν φιλίαν τὴν ἡμετέραν <παρεγένοντο> πρὸ τοῦ ἢ Γάϊος Λοκρέ- | |
| τιος τὸ στρατόπεδον πρὸς τὴν πόλιν Θίσβας προσήγα- | |
| γεν, ὅπως οὗτοι ἔτη δέκα τ[ὰ] ἔγγιστα κυριεύωσιν. ἔδοξ[εν]. | |
| 25 | περὶ χώρας οἰκιῶν καὶ τῶν ὑπαρχόντων αὐτοῖς· οὗ ποτέ |
| τι αὐτῶν γέγονεν, ὅπως [τὰ] ἑαυτῶν αὐτοῖς ἔχειν ἐξῆι, | |
| ἔδοξεν. (II) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ λόγους ἐποιήσαντο, ὅπω[ς] | |
| οἱ αὐτόμολοι οἱ ἴδιοι ἐκεῖ φυγάδες ὄντες τὴν ἄκραν αὐτοῖς ὅπως | |
| τειχίσαι ἐξῆι καὶ ἐκεῖ [κατ]οικῶσιν οὗτοι, καθότι ἐνεφάνισαν, οὕ- | |
| 30 | τως ἔδοξεν· ὅπως ἐκεῖ κατοικῶσιν καὶ τοῦτο τειχίσωσιν· ἔδο- |
| ξεν. τὴν πόλιν τειχίσαι οὐκ ἔδοξεν. (III) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ | |
| λόγους ἐποιήσαντο, χρυσίον, ὃ συνήνεγκαν εἰς στέφανον, ὅ- | |
| πως εἰς τὸ Καπετώλιον στέφανον κατασκευάσωσιν· τούτοις, καθ- | |
| [ότι] ἐνεφάνισαν, ὅπως αὐτοῖς ἀποδοθῇ, ὅ[πω]ς τοῦτον τὸν στέφανον εἰς | |
| 35 | [τὸ] Καπετώλιον κατασκευάσωσιν, οὕτως ἀποδοῦναι ἔδοξεν. (IV) ὡσαύ- |
| [τ]ως περὶ ὧν οἱ αὐτοὶ λόγους ἐποιήσαντο, ἀνθρώπους, οἵτινες ὑπενα[ν]- | |
| [τί]α τοῖς δημοσίοις πράγμασι τοῖς ἡμετέροις καὶ τοῖς ἑαυτῶν εἰσιν, | |
| [ὅπ]ως οὗτοι κατέχωνται· περὶ τούτου τοῦ πράγματος, καθὼς ἂν Κοΐν- | |
| [τωι] Μαινίωι στρατηγῶι ἐκ τῶν δημοσίων πραγμάτων καὶ τῆς ἰδίας πί- | |
| 40 | [σ]τεως δοκῇ, οὕτως ποιεῖν ἔδοξεν. οἵτινες εἰς ἄλλας πόλεις ἀ- |
| πήλθοσαν καὶ οὐχὶ πρὸς τὸν παρ’ ἡμῶν στρατηγὸν παρεγένοντο, ὅπως | |
| μὴ εἰς τάξιν καταπορεύωνται· περὶ τούτου τοῦ πράγματος πρὸς Αὖλον | |
| [Ὁ]στίλιον ὕπατον γράμματα ἀποστεῖλαι ἔδοξεν, ὅπως περὶ τούτου τῆι δι- | |
| [αν]οίαι προσέχηι, καθὼς ἂν αὐτῶι ἐκ τῶν δημοσίων πραγμάτων καὶ | |
| 45 | [τ]ῆς ἰδίας πίστεως φαίνηται· ἔδοξεν. |
| (V) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ λόγους ἐποιήσαντο περ[ὶ] | |
| [τ]ῶν δικῶν Ξενοπιθίδος [καὶ] Μνασίδος, ὅπως ἐκ Χαλκίδος ἀφεθῶσι, | |
| καὶ Δαμοκρίτα Διονυσίου ἐχ Θηβῶν <κατὰ τ>αὐτά, περὶ τούτ<ου τοῦ πράγματος αὐτὰς ἐκ τούτ>ων τῶν πόλε- | |
| ων ἀφεῖναι ἔδοξεν, καὶ ὅπως εἰς Θίσβας μὴ κατέλθωσιν· ἔδοξεν. | |
| 50 | (VI) [ὡ]σαύτως περὶ οὗ ταύτας τὰς γυναῖκας ὑδρίας σὺν ἀργυρίω[ι] |
| [ὡ]ς τὸν στρατηγὸν ἐνενκεῖν εἴπασαν, περὶ τούτου τοῦ πράγ[μα]- | |
| [το]ς [ὕ]<σ>τερον ἔναντι Γαΐου Λοκρετίου βουλεύσασθαι ἔδοξεν. | |
| (VII) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ Θισβεῖς ἐνεφάνισαν περὶ σίτου καὶ ἐλ[αί]- | |
| ου ἑαυτοῖς κοινωνίαν πρὸς Γναῖον Πανδοσῖνον γεγονέναι, περὶ τού- | |
| 55 | του τοῦ πράγματος, <ἐ>ὰν κριτὰς λαβεῖν βούλωνται, τούτοις κριτὰς δοῦ̣- |
| ναι ἔδοξεν. (VIII) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ λόγους ἐποιήσαντο περὶ τοῦ | |
| γράμματα δοῦναι Θισβεῦσιν εἰς Αἰτωλίαν καὶ Φωκίδα· περὶ τούτου | |
| τοῦ πράγματος Θισβεῦσι καὶ Κορωνεῦσιν εἰς Αἰτωλίαν καὶ Φωκί- | |
| δα καὶ ἐάν που εἰς ἄλλας πόλεις βούλωνται γράμματα φιλάν- | |
| 60 | θρωπα δοῦναι ἔδοξεν. |