| 1 | [Φ]αείνω ἄρχοντος τῶ πέμπτω, μεινὸς Πανάμω, Ἀντίσων Ἀριστονίκω |
| [ἔλ]εξε· δεδόχθη τῦ δάμυ, πρόξενον εἶμεν κὴ εὐεργέταν τᾶς πόλιος | |
| [Θ]εισπιείων Εὔβωλον Εὐβώλω Θετταλὸν κὴ αὐτὸν κὴ ἐκγόνως, | |
| [κὴ] εἶμεν αὐτῦ γᾶς κὴ ϝυκίας ἔππασιν κὴ ἀσφάλιαν κὴ ἀσυλίαν | |
| 5 | [κὴ] κατὰ γᾶν κὴ κατὰ θάλατταν κὴ πολέμω κὴ ἰράνας ἐώσας, καὶ τὰ λυπὰ |
| [π]άντα καθάπερ τῦς ἄλλυς προξένυς κὴ εὐεργέτης. |
IG VII
1725