[ ] Att. — med. s. III a.
1 εἷλε σόν, Ἡράκλειτε, καὶ αἰνετὸν υἷα Λεαίνης
εἷλεν θαρραλέης ἔργα Λέοντα μάχης·
ἀνχιάλου Σαλαμῖνος ὁ γὰρ κλήροισιν ἀμύνων
δυσμενέων ὀλοὸν τραῦμα κατηγάγετο.
5 ζηλοῦτ’ ἀλλὰ νέοι τὸν ὁμήλικα· κάθθανε γάρ που
μηδοφόνων ἀρετᾶς μνωόμενος πατέρων.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server