[ ] Boiotia — Tanagra — ca. 222-205 BC
1 Εἱρίαο ἄρχοντος, μεινὸς Δαματρίω νιομεινίη, ἐπεψάφιδδε
Γυνόππαστος Ἀμινίωνος, Ἐπιχαρίδας Φύλλιος ἔλεξε· δε-
δόχθη τοῖ δάμοι, πρόξενον εἶμεν κὴ εὐεργέταν τᾶς πόλιος
Ταναγρήων Πέλοπα Δεξίαο Νιαπολίταν αὐτὸν κὴ ἐσγόνως,
5 κὴ εἶμεν αὐτοῖς γᾶς κὴ ϝυκίας ἔππασιν κὴ ἀσφάλιαν κὴ ϝισοτέλιαν [κὴ]
ἀσουλίαν κὴ πολέμω κὴ ἰράνας ἰώσας κὴ κατὰ γᾶν κὴ κατὰ θάλατταν,
[κ]ὴ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέτης.
Search Help
Contact Us