[ ]
Megaris — Megara — undated
| 1 | ἁζομένη κούρην Λητωΐδα εἰοχέαιραν |
| Ἄρτεμιν Ὀρθωσίην πόλεως περὶ τείχεα πάντα | |
| εἴμι ἱερηῒς ἐγὼ Ἀσκληπιάς, ἐκ δὲ τοκήων | |
| πατρὸς Εὐκτιμένου Ἀσκληπιάδαο γενέσθην, | |
| 5 | μητρὸς σεμνοτάτης Νεικηφορίδος γένος ἐσθλόν. |
| οἱ δ’ εὖ γεινάμενοι μ’ ἔδοσαν ἱερηΐδα τῇδε θεαίνῃ | |
| βουλῆς καὶ δήμου ψηφισαμένης περ’ ἐμεῖο. |