IG VII 26
[ ] Megaris — Megara — ca. 472-494 AD
1 ἔργον καὶ τοῦτο τοῦ μεγαλοπρεπεστάτου κόμητος Διογένους τοῦ παιδὸς
Ἀρχελάου, ὃς τῶν Ἑλληνίδων πόλεων ὡς τῆς ἰδίας οἰκίας κηδόμενος
παρέσχεν καὶ τῇ Μεγαρ<έ>ων εἰς μὲν πύργων κατασκευὴν ἑκατὸν χρυσίνους,
πεντήκοντα δὲ καὶ ἑκατὸν ἑτέρους ∙ δισχιλίους τε καὶ διακοσίους
5 πόδας μαρμάρου εἰς τὴν ἀνανέωσιν τοῦ λουτροῦ, τιμιώτερον
οὐδὲν ἡγούμενος τοῦ τοὺς Ἕλληνας εὐεργετεῖν
ἀνανεοῦν τε τὰς πόλεις. ❦
Search Help
Contact Us