[ ]
Megaris — Megara — early 2nd c. BC
1 | Εὐρυφάων Εὐθύμου ἔλεξε· {Ε} δεδόχθαι τοῖς συνέδροις καὶ |
[τ]ῶι δάμωι· ἐπειδὴ ἀποστειλάντων ἁμῶν πρέσβεις | |
[ἐ]ς Μέγαρα περὶ δικαστηρίων αἰτήσιος, Μεγαρεῖς δὲ βουλόμεν[οι] | |
[δ]ιατηρεῖν τὰν διὰ προγόνων ὑπάρχουσαν φιλίαν ταῖς πόλεσ[ιν] | |
5 | [πο]τ’ ἀλλάλας ἔδωκαν δικαστὰς καὶ ὑπογραμματέα ἄν- |
δρας καλοὺς καὶ ἀγαθούς, οἵτινες παραγενόμενοι τάν τ[ε] | |
παρεπιδαμίαν καὶ ἀναστροφὰν ἐποιήσαντο ἀξίως ἑκατ[ε]- | |
ρᾶν τᾶν πολίων, καὶ τοὺς ἔχοντας τὰς δίκας συνέλυσαν κα[ὶ] | |
εἰς ὁμόνοιαν κατέστασαν σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν | |
10 | ἐλλείποντες, ἃς δὲ καὶ διεδίκαξαν δίκας, ἐποιήσαντο δ[ὲ] |
τὰς κρίσεις κατὰ τοὺς νόμους τᾶς πόλιος Ὀρχομενίων καὶ | |
κατὰ τὸ διάγραμμα ἀξίως τᾶς ἐνχειρισθείσας αὐτοῖς πίστιο[ς]· | |
ὅπως οὖν καὶ Ὀρχομένιοι [φ]ανεροὶ [ἔ]ωντι τιμὰς καὶ χάριτας | |
ἀποδιδόντες τὰς καταξίας, δεδόχθαι τοῖς συνέδροις κα[ὶ] | |
15 | τῶι δάμωι, ἐπαινέσαι τὸν δᾶμον τὸν Μεγαρέων ἐφ’ ᾗ ἔχει |
εὐνοίαι ποτὶ τὰν πόλιν Ὀρχομενί[ω]ν, στεφανῶσαι δ[ὲ] | |
αὐτὸν χρυσέωι στεφάνωι· ἐπαινέσαι δὲ καὶ τοὺς δικαστά[ς], | |
Ὑβρίαν Πρατίχου, {Ι} Θαλίον Ἀπελλέα, καὶ τὸν ὑπογραμματέα | |
Εὐκλῆν Εὐκλέος, καὶ στεφανῶσαι ἕκαστον αὐτῶν χρυσέ[ῳ] | |
20 | στεφάνωι ἀρετᾶς ἕνεκεν καὶ δικαιοσύνας ἇς ἐποιήσαντο |
ἐν τᾶι δικαιονομίαι. εἶμεν δὲ αὐτοὺς προξένους τᾶς πόλι[ος] | |
Ὀρχομενίων καὶ αὐτοὺς καὶ ἐκγόνους, καὶ εἶμεν αὐτοῖς ἰσο- | |
τέλειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰράνας οὔσας καὶ [κα]- | |
τὰ γᾶν καὶ κατὰ θάλασσαν, καὶ τἆλλα πάντα καθάπερ καὶ τοῖ[ς] | |
25 | ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος Ὀρχομενί[ων] |
γέγραπται· καλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ ξένια εἰς πρυτανε[ῖον] | |
ἐπὶ τὰν κοινὰν ἑστίαν. ἀναγραψάτωσαν δὲ τοὶ πολέμα[ρχοι] | |
τόδε τὸ ψάφισμα εἰς στάλαν λι[θίναν κα]ὶ ἀναθέτωσαν | |
ἐν ἀγορᾶι εἰς τὸν ἐπιφ[ανέστατον τόπο]ν̣· κα[ὶ] τὸ γενόμενον̣ | |
30 | ἀνάλωμα δότω ὁ ταμ[ίας. παρακαλεῖ δὲ ἁ πόλις Ὀ]ρχομενίω[ν] |
καὶ τὰν πόλιν Μεγαρέων τ[— — —]η[—]τήσ̣[αν]τας καὶ ἀναγρά- | |
ψαντας τόδε τὸ ψάφισμα εἰς στάλαν λιθίναν ἀναθέμεν | |
εἰς τὸν ἐπιφανέστατον τόπον, ἐπαγορεῦσαι δὲ τοὺς στε- | |
φάνους ἐν τοῖς Διονυσίοις, οἷς συντελοῦντι Μεγαρεῖς, | |
35 | τὸ κάρυγμα τόδε· ἁ πόλις Ὀρχομενίων στεφανοῖ τὸν δᾶμον |
τὸν Μεγαρέων χρυσέωι {Σ} στεφάνωι ἀρετᾶς ἕνεκεν καὶ δι- | |
καιοσύνας τᾶς εἰς αὑτάν, στεφανοῖ δὲ καὶ τοὺς δικαστὰς | |
{καὶ τοὺς δικαστὰς} Ὑβρίαν Πρατίχου, Θαλίον Ἀπελλέα | |
καὶ τὸν γραμματέα Εὐκλῆν Εὐκλέος ἕκαστον αὐτῶν | |
40 | χρυσέωι στεφάνωι ἀρετᾶς ἕνεκεν καὶ δικαιοσύνας |
τᾶς εἰς Ὀρχομενίους. |