[ ]
Megaris — Megara — early 2nd c. BC
| 1 | Εὐρυφάων Εὐθύμου ἔλεξε· {Ε} δεδόχθαι τοῖς συνέδροις καὶ |
| [τ]ῶι δάμωι· ἐπειδὴ ἀποστειλάντων ἁμῶν πρέσβεις | |
| [ἐ]ς Μέγαρα περὶ δικαστηρίων αἰτήσιος, Μεγαρεῖς δὲ βουλόμεν[οι] | |
| [δ]ιατηρεῖν τὰν διὰ προγόνων ὑπάρχουσαν φιλίαν ταῖς πόλεσ[ιν] | |
| 5 | [πο]τ’ ἀλλάλας ἔδωκαν δικαστὰς καὶ ὑπογραμματέα ἄν- |
| δρας καλοὺς καὶ ἀγαθούς, οἵτινες παραγενόμενοι τάν τ[ε] | |
| παρεπιδαμίαν καὶ ἀναστροφὰν ἐποιήσαντο ἀξίως ἑκατ[ε]- | |
| ρᾶν τᾶν πολίων, καὶ τοὺς ἔχοντας τὰς δίκας συνέλυσαν κα[ὶ] | |
| εἰς ὁμόνοιαν κατέστασαν σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν | |
| 10 | ἐλλείποντες, ἃς δὲ καὶ διεδίκαξαν δίκας, ἐποιήσαντο δ[ὲ] |
| τὰς κρίσεις κατὰ τοὺς νόμους τᾶς πόλιος Ὀρχομενίων καὶ | |
| κατὰ τὸ διάγραμμα ἀξίως τᾶς ἐνχειρισθείσας αὐτοῖς πίστιο[ς]· | |
| ὅπως οὖν καὶ Ὀρχομένιοι [φ]ανεροὶ [ἔ]ωντι τιμὰς καὶ χάριτας | |
| ἀποδιδόντες τὰς καταξίας, δεδόχθαι τοῖς συνέδροις κα[ὶ] | |
| 15 | τῶι δάμωι, ἐπαινέσαι τὸν δᾶμον τὸν Μεγαρέων ἐφ’ ᾗ ἔχει |
| εὐνοίαι ποτὶ τὰν πόλιν Ὀρχομενί[ω]ν, στεφανῶσαι δ[ὲ] | |
| αὐτὸν χρυσέωι στεφάνωι· ἐπαινέσαι δὲ καὶ τοὺς δικαστά[ς], | |
| Ὑβρίαν Πρατίχου, {Ι} Θαλίον Ἀπελλέα, καὶ τὸν ὑπογραμματέα | |
| Εὐκλῆν Εὐκλέος, καὶ στεφανῶσαι ἕκαστον αὐτῶν χρυσέ[ῳ] | |
| 20 | στεφάνωι ἀρετᾶς ἕνεκεν καὶ δικαιοσύνας ἇς ἐποιήσαντο |
| ἐν τᾶι δικαιονομίαι. εἶμεν δὲ αὐτοὺς προξένους τᾶς πόλι[ος] | |
| Ὀρχομενίων καὶ αὐτοὺς καὶ ἐκγόνους, καὶ εἶμεν αὐτοῖς ἰσο- | |
| τέλειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰράνας οὔσας καὶ [κα]- | |
| τὰ γᾶν καὶ κατὰ θάλασσαν, καὶ τἆλλα πάντα καθάπερ καὶ τοῖ[ς] | |
| 25 | ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος Ὀρχομενί[ων] |
| γέγραπται· καλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ ξένια εἰς πρυτανε[ῖον] | |
| ἐπὶ τὰν κοινὰν ἑστίαν. ἀναγραψάτωσαν δὲ τοὶ πολέμα[ρχοι] | |
| τόδε τὸ ψάφισμα εἰς στάλαν λι[θίναν κα]ὶ ἀναθέτωσαν | |
| ἐν ἀγορᾶι εἰς τὸν ἐπιφ[ανέστατον τόπο]ν̣· κα[ὶ] τὸ γενόμενον̣ | |
| 30 | ἀνάλωμα δότω ὁ ταμ[ίας. παρακαλεῖ δὲ ἁ πόλις Ὀ]ρχομενίω[ν] |
| καὶ τὰν πόλιν Μεγαρέων τ[— — —]η[—]τήσ̣[αν]τας καὶ ἀναγρά- | |
| ψαντας τόδε τὸ ψάφισμα εἰς στάλαν λιθίναν ἀναθέμεν | |
| εἰς τὸν ἐπιφανέστατον τόπον, ἐπαγορεῦσαι δὲ τοὺς στε- | |
| φάνους ἐν τοῖς Διονυσίοις, οἷς συντελοῦντι Μεγαρεῖς, | |
| 35 | τὸ κάρυγμα τόδε· ἁ πόλις Ὀρχομενίων στεφανοῖ τὸν δᾶμον |
| τὸν Μεγαρέων χρυσέωι {Σ} στεφάνωι ἀρετᾶς ἕνεκεν καὶ δι- | |
| καιοσύνας τᾶς εἰς αὑτάν, στεφανοῖ δὲ καὶ τοὺς δικαστὰς | |
| {καὶ τοὺς δικαστὰς} Ὑβρίαν Πρατίχου, Θαλίον Ἀπελλέα | |
| καὶ τὸν γραμματέα Εὐκλῆν Εὐκλέος ἕκαστον αὐτῶν | |
| 40 | χρυσέωι στεφάνωι ἀρετᾶς ἕνεκεν καὶ δικαιοσύνας |
| τᾶς εἰς Ὀρχομενίους. |