[ ]
Megaris — Megara — undated
1 | [— —]ΝΕ[— — — — — — — — — — — — — —] |
στεφανῶσα[ι αὐτὸν τοῖς Διονυσίοις χρυσέῳ] | |
στεφάνωι, ὅττι δ[ικαίως προέστα τᾶν δικᾶν, καθὼς] | |
περὶ αὐτῶ τοὶ στρα[ταγοὶ εἰσάγγειλαν εἰς τὸν δᾶμον]· | |
5 | ἐπαινέσαι δὲ καὶ τὸν γ[ραμματέα — — — — — — — ἐπὶ] |
τῷ συνπραγματεύθην φ[ιλοτίμως καὶ ἀξίως ἑκατέρας τᾶς] | |
πόλιο{ι}ς {²⁶πόλιος}²⁶, καὶ στεφανῶσαι α[ὐτὸν τοῖς Διονυσίοις χρυσέῳ στεφάνῳ]· | |
τὰν δὲ ἀναγγελίαν τῶν στ̣[εφάνων ποιείσθων οἱ βασιλεῖς] | |
καὶ πρυτάνεις· ὅπως δὲ καὶ Με[γαρεῖς εἰδέωσι τὰ δεδογμένα], | |
10 | χειροτονῆσαι πρεσ[β]ευτάν, τ[ὸν δὲ αἱρεθέντα τό τε ψάφισμα] |
ἀνενέγκαντα πρὸς Μεγαρέας [καὶ ἐμφανίσαντα περὶ τᾶς εὐνοίας] | |
ἇς ἔχει ποτ’ αὐτὸν ὁ δᾶμος καὶ τὰ [ᾠκονομημένα ὑπὸ τῶ δικαστᾶ], | |
παρακαλεῖν αὐτοῖς ἐπιμελὲς [ποήσασθαι ὅπως οἱ στέφανοι] | |
καὶ παρ’ αὐτοῖς ἀναγορευθέωσ[ι καὶ τὸ ψάφισμα ἀναγραφῇ εἰς] | |
15 | στάλαν καὶ ἀνατεθῇ ἐν τῷ [ἐπιφανεστάτῳ τόπῳ· ἐμφανίζειν δὲ] |
αὐτοῖς, ὅττι ἐπακολουθήσαντ[ες ταύτᾳ τᾷ παρακλήσι μεγάλα χαρί]- | |
σ<ο>νται τῷ δάμῳ. χρόνος· Ἀμ[— — — — — — — — — πρυτάνιος]. | |
vacat |