[ ] Megaris — Megara — early 3rd c. BC
1 ἐπὶ βασιλέος Διογένεος, ἐγραμμά-
τευε βουλᾶι καὶ δάμωι Ἕλιξος Εὐ-
[δά]μου, ἐστρατάγουν Παγχάρης Δι-
οδώρου, Ἔριμνος Θεμνάστου, Εὔφαμος
5 Εὐκλείωνος, Τεισίων Ἀμφία, Μέγυλ-
λος Σιλανοῦ, ἔδοξε βουλᾶι καὶ δάμωι·
ἐπειδὴ Ἱππίας Περικλέος Ἀκαρνὰν
ἐξ Ἀστακῶν διατελεῖ εὔνους ἐὼν
τῶι δάμωι τῶι Μεγαρέωγ καὶ χρείας
10 ἀεὶ τῶι δεομένωι τῶμ πολιτᾶν παρέχ[ε]-
ται φιλοτίμως, ἀγαθᾶι τύχαι, πρόξενον
εἶμεν αὐτὸγ καὶ εὐεργέταν τᾶς πόλιος
τᾶς Μεγαρέωγ καὶ ἐκγόνους αὐτοῦ. ἀγ-
γραψάτω δὲ τὸ δόγμα τόδε ὁ γραμματεὺς
15 τοῦ δάμου εἰς στάλαγ καὶ ἀνθέτω εἰς τὸ
Ὀλυμπιεῖον.
Search Help
Contact Us