[ ] Gallia Narbonensis — Massalia (Marseille) — undated
1 Γλαυκία ἐστὶ τάφος·
παῖς δ’ ἀνέθηκε νέος, |
δεί<ξ>ας ἐκ μεικροῦ πρὸς πα-
τέρ’ εὐσεβίην. | οὐκ ἔφθης,
5 ὦ τλῆμον, ἰδεῖν γόνον, οἷος
ἂν ἦν σοι ∙ | γηραιῷ ∙ τεύχειν
οὐ τάφον, ἀλλὰ βίον ∙ | ἡ φθο-
νερὰ δ’ ὑμᾶς πάντ’ ἀδικοῦ-
σα Τύχη ∙ | μητρὶ μὲν ἐν {ἐν}
10 γήρᾳ δάκρυ θήκατο, τῇ δὲ
γυνα<ι>κὶ | χηρίαν δυστήνου παιδὸ[ς]
ἅμ’ ὀρφανίῃ.
 {²copiae cornua duo
Search Help
Contact Us