[ ] Italia (Roma et vicinia) — Arcesicca — 2nd/3rd c. AD (Peek) — GVI 1280 — cf. SEG 46.1344 (prov.)
1 βαιὸν ἐπισστήσας ἴχνος ἐνθ-
 άδε τύνβον ἄθρησον |
 παιδὸς ἄφνω μαζῶν μητ-
 ρὸς ἀποπταμένο<υ>· | ᾤχετ-
5  ο δ’ ἐν νεκύεσσι λιπὼν πα-
 τρὶ πένθος ἄληκτον, |
 δισσὴ<ν> πληρώσας πεν-
 τάδα τῶν συνόδων. |
τοῖος δ’ ἦν γεγαὼς οἷός π-
10 οτ’ ἔφυσεν Ἴαχχος |
ἢ θρασὺς Ἀλκίδης ἢ καλ-
ὸς Ἐνδυμίων.
Search Help
Contact Us