[ ]
Italia (Roma et vicinia) — Alba Longa (Castel Gandolfo) — undated — line div. uncertain
| 1 | ἄ̣<ν>θος ἐγὼ λεγόμην, υἱὸς Ἑρμογένους τε καὶ Φύρμης· |
| ❦? ἀνθήσας δὲ κακῶς ἔτεσιν δυσὶν οὐχ ὁλοκλήρ<οι>ς | |
| φωτὸς ἀφαρπασθεὶς πρόμοιρον βρέφος ἐνθάδε κεῖμαι, | |
| καὶ οὐκ οἶδ’ εἴτε καλῶς εἴτε κακῶς ἔθανον. | |
| 5 | ἀπλήρωτ’ Ἀίδα, τί με νή{ι}πιον {²⁶νήπιον}²⁶ ἥρπασες οὕτως |
| σπεύσας τοῦ ζῆν με στερέσαι; ο<ὐ> σοὶ | |
| πάντες ὀφιλόμεθα; |