[ ] Italia (Roma et vicinia) — Bovillae, area of [Roma, Mus. Cap.] — undated — cf. IGUR IV 1612-1633 (1612)
a in media tabula fontes quibus usus est Theodorus artifex indicati:}²
Ἰλίου πέρσις
κατὰ Στησίχορον.
Τρωικός·
Ἰλιὰς
5 κατὰ Ὅμηρον,
Αἰθ̣ιοπὶς κατὰ Ἀρκτῖ-
νον τὸν Μιλήσιον,
Ἰλιὰς ἡ μικρὰ λε-
γομένη κατὰ
10 Λέσχην Πυρραῖον.
b inscriptio in margine inferiore:}²
[— — — Θεοδ]ώρηον μάθε τάξιν Ὁμήρου ∙ ὄφρα δαεὶς πάσης μέτρον ἔχῃς σοφίας.
c.I nomina ascripta figuris depictis ex Iliadis libris:}²
[Α] ἱερὸν Ἀπόλλωνος Ζμινθέως, Χρύσης. λοιμός. Κάλχας. Ἀγ{γ}αμέμνων
{²⁶Ἀγαμέμνων}²⁶, Νέστωρ, Ἀχιλλεύς, Ἀθηνᾶ. Ὀδυσσεὺς τὴν ἑκατόμβην
τῷ θεῷ ἄγων Ἀπόλλωνι, Χρυσηίς. Θέτις, Ζ<ε>ύ[ς].
B-M perierunt
4 Ν  Μηριόνης, Ἀκάμας. Ἰδομενεύς, Ὀθρ<υ>ονεύς, Ἄσιος. Αἰνήας, Ἀφαρεύς.
5 Ξ  Ἀρχέλοχος, Αἴας Λοκρός. Αἴας, Ποσιδῶν. Ἕκτωρ, Ἀπόλλων.
Ο  Αἰνήας, Κλῖτος, Πάρ[ις], Ἕλε<ν>ος. Ἕκτωρ, Καλήτωρ, ἐπιναυσιμάχη.
Π  Πάτροκ[λος]. Φοῖνιξ, Διομήδης, Ἀχιλλεύς. Πάτροκλος.
Ρ
Σ  Ἀχιλλεύς, Πάτροκλος. Θέτις. ὁπλοποία, Ἥφαιστος.
10 Τ  Θέ[τις], [Ἀχι]λλεύς, Φοῖνιξ. Ἀχιλλεύς.
Υ  Ποσιδῶν, Ἀχιλλεύς.
Φ  Σκάμανδρος, Ἀχιλλεύς, Ποσιδῶν. Φρύγες.
Χ  Ἀχιλλεύς. Ἕκτωρ, Ἀχιλλεύς. Ἕκτωρ, Ἀχιλλεύς.
Ψ  Ἀχιλλεύς, καῦσις Πατρόκλο<υ>. ἐπιτάφιος ἀγ(ῶν).
15 Ω  Ἕκτωρ καὶ λύτρα Ἕκτορος. Ἑρμῆς, Πρίαμος, Ἀχιλλεύς.
II nomina ascripta figuris depictis ex Aethiopide Arctini:}²
[Ποδάρ]κης. Πενθεσίλεια, Ἀχιλλεύς. Ἀχιλλεύς, Θερσίτης. Ἀχιλλεύς,
Μέμνων, Ἀντίλοχος. Ἀχιλλεύς, Αἴας, Ὀδυσσεύς. Ἀχιλλέως <σ>ῶμα,
Μοῦσα. Θέτις. Ἀχιλλέ̣<ω>ς̣ #⁷ΛΙ#⁷ Αἴας μ̣α̣ν̣ι̣ώδης.
III nomina ascripta figuris depictis ex Leschae Iliade:}²
[— — —]ΛΑ[— —] Εὐρύπυλος, Νεοπτόλεμος. Ὀδυσσεύς, Διομήδης, Παλ<λ>άς.
δούρηος ἵππος, Τρῳάδες καὶ Φρύγες ἀνάγουσι τὸν ἵππον, Πρίαμος. Σίνων,
Κασσάνδρα, Σκαιὰ πύλη.
IV nomina ascripta figuris depictis ex Stesichori Iliuperside:}²
Αἴα[ς]. δούρηος ἵππος. ἱερὸ[ν] Ἀφροδίτης. Δη(μοφῶν) Αἴθρα. Ἀγ̣χ̣είσης. Ἀσκάνιος, Αἰνήας, Ἑρμῆς. Αἰνήας. [— —]ΛΙΝ[— —]
Ἕκτορος τάφος. Ταλθύβιος καὶ Τρῳάδες. Ἀνδρομάχη, Κασσάνδρα, Ἕλενος. Ἑκάβη, Πολυξένη, Ἀνδρομάχη. Ἕλενος, Ὀδυσσεύς. ναύσταθμον Ἀχαιῶν.
Ἀχιλλέως σῆμα. Νεοπτόλεμος, Πολυξένη, Ὀδυσσεύς, Κάλχας.
Σείγαιον. ἀπόπλους Αἰνήου. Αἰνήας σὺν τοῖς ἰδίοις ἀπαί<ρ>ων εἰς τὴν Ἑσπερίαν. Ἀγχίσης καὶ τὰ ἱερά. Μισηνός.
d enarratio Iliadis librorum Η-Ω:}²
οἱ δ’ Ἀχαιοὶ τῖχός τε καὶ
τάφρον ποιοῦνται πε-
ρὶ τὰς ναῦς. ἀμφοτέρ-
ων δ’ αὐτῶν ἐξοπλισ-
5 θέντων καὶ μάχην ἐν τῷ
πεδίῳ συναψάντων οἱ
Τρῶες εἰς τὸ τῖχος τοὺς
Ἀχαιοὺς καταδιώκουσιν
καὶ τὴν νύκτ’ ἐκείνην ἐπὶ
10 ταῖς ναυσὶν ποιοῦνται τὴν
ἔπαυλιν. τοῖς δὲ τῶν Ἀχαι-
ῶν ἀριστεῦσιν δοκεῖ βο-
υλευσαμένοις ΠΙΙ ἀποσ-
τεῖλαι πρὸς Ἀχιλλέα. Ἀ-
15 γαμέμνων δὲ δ<ω>ρεάς τε
πολλὰς δίδωσι καὶ τὴν
Βρισηίδα. οἱ δὲ πεμφθέν-
τες πρὸς αὐτὸν Ὀδυσσ-
εύς τε καὶ Φοῖνιξ, πρὸς
20 δὲ τούτοις Αἴας, ἀπαγγέ-
λλουσιν Ἀχιλλεῖ τοὺς λό-
γους τοὺς {λόγους} παρ’ Ἀγ-
αμέμνονος· ὃ δ’ οὔτε προ-
σδέχεται τὰς δωρεὰς οὔ-
25 τε συνχωρεῖ διαλυσάμ-
ενος αὐτοῖς βοηθεῖν.
οἱ δ’ ἀριστ[εῖ]ς ταῦτ’ ἀκού-
σαντες [κα]τ̣α̣σκόπους
πέμπουσιν Ὀδυσσέα καὶ
30 Διομήδην· οὗτοι δὲ Δόλω-
νι συναντήσαντες ὑφ’ Ἕκ-
[τορ]ος ἀπεσταλμένῳ κατα-
σκόπῳ, πυθόμενοι παρ’ αὐ-
τοῦ τὴν τάξιν [τ]ῶν τὸ στρατ-
35 όπεδον φυλα̣[σσ]όντων αὐ-
τόν τε διαφθείρουσιν καὶ
[Ῥ]ῆσον τὸν [Θ]ρᾳκῶν, μετ’ α-
[ὐ]τοῦ δὲ καὶ ἄλλους· καὶ λαβόν-
[τ]ες τὰς ἵππους ἐπὶ τὰς να-
40 ῦς ἐλαύν[ου]σιν. ἡμέρας δὲ
γενομένης μάχην συνά-
πτουσι, ἐ[ξ ἧς τ][ν][ρ]ιστέ-
ων τρωθέ̣[ν]τ̣[ε]ς Ἀγαμέμ-
νων, Διομήδης, Ὀδυσσεύς, Μ-
45 αχάων, Εὐρύπυλος ἐπὶ τὰ-
ς ναῦς ἀναχωροῦσιν. Πάτρο-
κλος δὲ πεμφθεὶς π̣[α]ρ̣’ Ἀχ-
ιλλέως πυνθάνε̣[ται] Νέσ-
τορος τὰ περὶ τὴν μ̣[ά]χ̣[η]ν̣.
50 Ἕκτωρ δὲ ῥήξας τὰ[ς καθ’ αὑ]-
τὸν πύλας εἰς τὸ τῖχο[ς εἰσ]-
πίπτι τῶν Ἑ[λ]λήνων κα[ὶ]
μάχην συνάπτει πρὸ τ[ῶ]ν̣
ν<ε>ῶν· τῆ{ι}ς {²⁶τῆς}²⁶ δ’ ὁμαλῆς γινο-
55 μένης Ἀχιλλεὺς παρὰ τοῦ
Πατρόκλου τὰ περὶ τὴν μ-
[άχ]ην ἀκούσας καὶ δεο-
[μέν]ου βοηθεῖν αὐτὸν
[ἢ ἓ] πέμψαι τοῖς Ἕ[λλη]-
60 [σιν, ἰ]δὼν τὴν τοῦ Π[ρωτε]-
[σι]λάου ναῦν καιομένη[ν πέμ]-
πει μετὰ τῶν Μυρμιδ[όνων]
τὸν Πάτροκλον τοὺς ἵπ[π]-
ους αὐτῷ δοὺς καὶ τοῖς ὅ-
65 πλοις τοῖς αὑτοῦ καθοπλ-
ίξας· ὃ ἰδόντες οἱ Τρῶες ε̣[ὐ]-
θὺς ἅπαντες φεύγουσιν.
ἐν δὲ τῆι τροπῆι ταύτηι Π[άτ]-
ροκλος ἄλλους τε πολ[λο]-
70 ὺς ἀποκτείνι καὶ Σαρπηδό-
να τὸν Διός, τοὺς δὲ λοιπ[οὺ]-
ς εἰς τὸ τῖ[χο]ς [κατ]αδιώκ[ει].
Ἕκτωρ δ’ αὐτὸν [π]α[τά]ξας ἀ-
ποκτ[είν]ει καὶ [τῶν ὅ]πλων ἐ[γ]-
75 κρατὴς γείνεται. [μά]χη[ς δ]-
ὲ περὶ τ[οῦ] νεκ[ρ]οῦ [γενομέ]-
νης Ἀν̣[τίλο]χ̣ος ἀπανγέλ-
λι Ἀχιλλ[εῖ —]ΕΔΑΛΥΣΙΦΙΙ
εως· ἡ [δὲ Θέτις] ἔρχεται πρ-
80 ὸς Ἥφαι[στον αἰ]τήσουσα
παντευχίαν· ὃ δ’ αὐτῇ προ-
θύμως ποιεῖ. οἱ δ’ Ἀχαιοὶ τὸ
σῶμα τοῦ Πατρόκλου ἐπὶ τὰ-
ς ναῦς διακομίζουσιν. τῶν
85 δ’ ὅπλων ὑπὸ τῆ{ι}[ς {²⁶τῆς}²⁶ Θ]έτιδ-
ος ἐνεχθέντων [τ]ὴν Βρι-
σηίδα Ἀγαμέμνων Ἀχιλλεῖ
δίδωσιν. Ἀχι[λλ]εὺς δὲ εἰ[ς]
τὸν Σκάμανδρον καταδιώ-
90 ξας Ἀστεροπαῖον ἀποκτ-
είνει· Ἀχ[ι]λλεὺς δὲ τὸν ἐν
τῶι ποταμῶι διαφυγὼ-
[ν κί]νδυ[νο]ν Ἕκτορα μονομ-
[αχῶ]ν [ἀπο]κτίνει καὶ τὰ ὅπλα
95 [ἀναλ]αμβάνει καὶ τὸν νεκρ-
ὸν ἐκδησάμενος ἐκ τοῦ δ-
ίφρου διὰ τοῦ πεδίου ἕλκει
ἐπὶ τὰς ναῦς· καὶ τὸν Πάτ-
ροκλον θάψας τίθησιν
100 ἐπ’ αὐτ̣[ῶι] <ἀγῶ>να τῶν ἀρισ-
τέων. ὁ [δὲ] Πρίαμος ἐπὶ τὰ[ς]
ναῦς πα[ραγ]ενόμενος Ἕκ-
τορα λυτροῦται παρ’ Ἀχιλ-
λέως· ἐπανελθόντος δὲ
105 τοῦ Πριάμου πάλιν εἰς
τὴν πόλιν θάπτουσιν
οἱ Τρῶες καὶ τὸν τάφο-
ν αὐτοῦ κατασκευάζουσι.
Search Help
Contact Us