[ ]
Italia (Roma et vicinia) — Frascati — undated
1 | ὦ Διὸς Ἀλκμήνης τε μεγασθενὲς |
ὄβριμον αἷμα, | | |
ἵστορ ἀταρβήτων, Ἡράκλεες, | |
καμάτων, | | |
5 | ἠνίδε τοι τόδ’ ἄγαλμα φέρων |
κρητῆρος ἀγητὸν | | |
θῆκα τεῶν ἀέθλων πλεῖον [εὐ]- | |
γλυφέων, | | |
οὕς ποτ’, ἄναξ, ἐτέλεσσας ὑπε[ρ]- | |
10 | φιάλους ἀδίκους τε | |
ἄνδρας ἰδ’ ὠμηστὰς θῆρας | |
ἐναιρόμενος· | | |
τῷ σε καὶ υἷα Δίκηι Κρονίδης | |
θετὸν ἐγγυάλιξε, | | |
15 | εὖτέ μιν ὑβρισταὶ φῶτες ἄτ[ι]- |
μον ἄγον. | | |
ἤπιος εὐμενέων τε πέλοις, | |
ἐπειή νύ μοι αἰεὶ | | |
εὐχομένωι τε πάρει χεῖρά | |
20 | θ’ ὕπερθεν ἔχεις· |
καὶ δὴ νῦν μ’ ἐσάωσας ἀμείβ̣[ον]- | |
τα κλυτὰ φῦλα | | |
Κελτῶν καὶ Λιγύων ἄστυ πρ[ὸς] | |
Αὐσόνιον· | | |
25 | αὐτὸν ἀλεξητῆρα κακῶν, |
αὐτόν σε δοτῆρα | | |
παντοίης ἀρετῆς κληίζο- | |
μεν, Ἡράκλεες. |