[ ]
Sikelia — Tauromenion (Taormina) — undated
1 | ἀμφὶ παραστάσι ταῖσδε Σαράπιδος Ἑστίαι ἁγνὸν |
βωμὸν Βαρκαῖος Καρνεάδης ἔθετο, | |
Εὐκρίτου υἱός, ξεῖνε, ὁ νεωκόρος ἅ θ’ ὁμόλεκτρος | |
Πυθιὰς ἁ κείνου καὶ θυγάτηρ Ἐρασώ. | |
5 | ἀνθ’ ὧν, ὦ κραίνουσα Διὸς μεγαλαυχέας οἴκους, |
θυμαρὴν βιοτᾶς ὄλβον ἔχοιεν ἀεί. |