IG XIV 433
[ ] Sikelia — Tauromenion (Taormina) — undated
1 ἀμφὶ παραστάσι ταῖσδε Σαράπιδος Ἑστίαι ἁγνὸν
βωμὸν Βαρκαῖος Καρνεάδης ἔθετο,
Εὐκρίτου υἱός, ξεῖνε, ὁ νεωκόρος ἅ θ’ ὁμόλεκτρος
Πυθιὰς ἁ κείνου καὶ θυγάτηρ Ἐρασώ.
5 ἀνθ’ ὧν, ὦ κραίνουσα Διὸς μεγαλαυχέας οἴκους,
θυμαρὴν βιοτᾶς ὄλβον ἔχοιεν ἀεί.
Search Help
Contact Us