[ ] Sikelia — Halaisa (S. Maria delle Palate) — undated
See also:
col. I.1     [— — — — — — — — — — — — — — — — — — —] τὸν ὑπὸ κα-
    [— — — — — — — — — — — — — — κα]τὰ τοῦ ὁρίου ἐς τὸν πο-
    [ταμὸν — — — — — — — καὶ κατ]ὰ τοῦ ποταμοῦ ἕστε ποτὶ
    [τὸν ῥοίσκον τὸν ὁρίζοντ]α τὸν ∙ βʹ ∙ κλᾶρον καὶ ἂν τοῦ ῥο-
5     [ίσκου ἐς τὰν ὁδὸν τ]ὰν ἐπὶ τὰν Ἰπύρραν, αἱ ἐλαῖαι αἱ ἐ-
    [πιγεγραμμέναι] αὗται ἀκολουθέοντι τῷ κλάρῳ τούτῳ.
    [τὸ — — — — — —] τὸ ὑπὸ τὸν ὀχετὸν ἄχρι ποτὶ τὰν κράναν
    [τὰν Ἰπύ]ρ̣ραν οὐκ ἐργαξεῖται καὶ περίστασιν ἀφησεῖτα[ι]
     πό(δας) οʹ παντᾷ, τὰ δὲ δένδρεα καρπεύσε<τ>[αι].
10 [εʹ] ἀπὸ τοῦ τέ(ρμονος) τοῦ ποτὶ τᾷ κράνᾳ τᾷ Ἰπύρρᾳ κατὰ τᾶς ὁδοῦ ἐς
    τὰν ἐλαίαν τὰν κολοβάν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ
    τέ(ρμων), καὶ τᾷ ὁδῷ ἐς τὸν ποταμὸν καὶ κατὰ τοῦ ποταμοῦ ἐς
    τὸ ὅριον τοῦ ∙ δʹ ∙ κλάρου καὶ ὡς τὰ ὅρια τοῦ ∶ δʹ ∙ κλάρου, αἱ ἐλαῖ-
    αι αὗται αἱ ἐπιγεγραμμέναι ἕπονται τῷ κλάρῳ τούτῳ.
15 ϛʹ ἀπὸ τᾶς ὁδοῦ τᾶς Ξενίδος κατὰ τᾶς ὁδοῦ τᾶς παρὰ τὸ
    Μειλιχιεῖον ἐς τὸν ῥοίσκον καὶ κατὰ τοῦ ῥοίσκου ἐς
    τὰν συμβολὰν τοῦ ῥοίσκου καὶ ἂν τοῦ ῥοίσκου ἐς τὰν
    ὁδὸν τὰν Ξενίδα, ἀκολουθεῖ τῷ κλάρῳ τούτῳ τὸ ὕ-
    δωρ τὸ ἐκ τᾶς κράννας καὶ τοῦ βαλανείου τὸ ἀπορρέον
20 <ζʹ> ἀπὸ τοῦ ὁρίου τοῦ ∙ <ϛʹ> ∙ κλάρου κατὰ τᾶς ὁδοῦ τᾶς ἀγούσας
    ἐπὶ τὸ Τάπανον ἐς τὰν σκαφιὰν τὰν παρὰ τὰν Θεματεῖ-
    τιν καὶ ὡς αἱ σκαφιαὶ παρὰ τὰν ἅλον ἐς τὰν ἐλαίαν, ἐν ᾇ
    τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὸν ῥοίσκον καὶ ἂν τοῦ
    ῥοίσκου ἐς τὰν ὁδὸν τὰν ἐπὶ τὸ Τάπανον, αἱ ἐλαῖαι αἱ
25     ἐπιγεγραμμέναι αὗται ἕπονται τῷ κλάρῳ τούτῳ.
ηʹ  ἀπὸ τᾶς σκαφιᾶς τᾶς παρὰ τὰν Θεματεῖτιν ἐς τὸ ῥο-
    είδιον καὶ κατὰ τοῦ ῥοειδίου ἐς τὸν ἀγριέλαιον, ἐν ᾧ τέ(ρμων),
    καὶ ἐπίστρεμμα ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαί-
    αν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν
30     ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὸν πέτρον, ἐν ᾧ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ
    τέ(ρμων), καὶ ἐς τὰν σκαφιὰν καὶ ἐς τὸν τέ(ρμωνα) τὸν ποτὶ τᾷ Ἰπύρρᾳ καὶ
    κατὰ τᾶς ὁδοῦ ἕστε ποτὶ τὸν ῥοίσκον καὶ ἂν τοῦ ῥοίσκου
    ἕστε ποτὶ τὰν ἐλαίαν τὰν ἐπιγεγραμμέναν, καὶ ὡς τὰ ὅρια
    τοῦ ∙ ζʹ ∙ κλάρου, αἱ ἐλαῖαι αἱ ἐπιγεγραμμέναι αὗται ἕπον-
35     ται τῷ κλάρῳ τούτῳ.
θʹ  ἀπὸ τοῦ ἀγριελαίου, ἐν ᾧ τέ(ρμων), καὶ κατὰ τοῦ ῥοειδίου ἐς τὰν ἐλαίαν,
    ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν <τὰν> ἐπι-
@@@@GEGRAMME/NAN PO/[1LIS]1 *)A[1LAISI/NWN]1 KAI\ W(S AI( SKAFIAI\ [2AI(]2 PARA\ TOU\S PASSA/LOUS
    καὶ κάτω ὡς αἱ σκαφιαὶ καὶ οἱ πάσσαλοι ἄχρι ἐς τὰν σκανάν,
40     καὶ ἐκ τᾶς σκανᾶς ἂν τοῦ τοίχου καὶ ὡς <ὁ> τοῖχος ἐς
    τὰν σκαφιὰν καὶ ὡς αἱ σκαφιαὶ ἐς τὸν τέ(ρμονα) τὸν ὑπὲρ τᾶς ὁ-
    δοῦ καὶ ἂν τᾶς ὁδοῦ ἐς τὸν τέ(ρμονα) τὸν ποτὶ τᾷ Ἰπύρρᾳ καὶ ὡς
    τὰ ὅρια τοῦ ∙ ηʹ ∙ κλάρου· ἁ σκανὰ κοινὰ ποτὶ τὸν μισθωσά-
    μενον τὸν ∙ ιʹ ∙ κλᾶρον· αἱ ἐλαῖαι αἱ ἐπιγεγραμμέναι
45     αὗται ἕπονται τῷ κλάρῳ τούτῳ.
ιʹ  ἀπὸ τᾶς σκανᾶς κάτω ὡς αἱ σκαφιαὶ καὶ οἱ πάσσαλοι
    ἐς τὸν τοῖχον καὶ ὡς ὁ τοῖχος ἐς τὰν σκαφιὰν καὶ ὡς
    αἱ σκαφιαὶ ἐς τὸν ποταμὸν καὶ κατὰ τοῦ ποταμοῦ ἕσ-
    τε ποτὶ τὰν ὁδὸν τὰν ὁρίζουσαν τὸν ∙ ζʹ ∙ κλᾶρον καὶ
50     ὡς τὰ ὅρια τοῦ ∙ ζʹ ∙ καὶ ∙ θʹ ∙ κλάρου.
αιʹ ἀπὸ τοῦ ὁρίου τοῦ ∙ θʹ ∙ κλάρου κατὰ τᾶς ὁδοῦ τᾶς ἐπὶ τὸ Τά-
    πανον ἐς τὰν γωνίαν τὰν ἀνωτάταν τοῦ περιτειχίσματος
    τοῦ Ταπάνου καὶ ἐκ τοῦ Ταπάνου κατὰ τᾶς ποθόδου τᾶς ἐς τὸ
    Ἀδρανιεῖον ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰς σιδέας καὶ
55     ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ὡς αἱ σκαφιαὶ <αἱ> ὑπὸ τὸν τέρμονα
    ἐς τὸ ῥοείδιον καὶ ἂν τοῦ ῥοειδίου ἐς τὰν σκαφιὰν τὰν παρὰ
    τὰν Θεματεῖτιν καὶ ἐς τὰν ὁδὸν τὰν ἄγουσαν ἐπὶ τὸ Τάπανον,
    αἱ ἐλαῖαι αἱ ἐπιγεγραμμέναι αὗται ἕπονται τῷ κλάρῳ τούτῳ.
βιʹ ἀπὸ τοῦ Ταπάνου κατὰ τᾶς ὁδοῦ ἕστε ποτὶ τὸ ῥοείδιον καὶ κατὰ
60     τοῦ ῥοειδίου ἕστε ποτὶ τὸν πάσσαλον τὸν παρὰ τὸ ῥοείδιον καὶ
    ὡς οἱ πάσσαλοι ἕστε ποτὶ τὸ ὅριον τοῦ ∙ αιʹ ∙ κλάρου καὶ ὡς τὰ ὅρια
    τοῦ ∙ αιʹ ∙ κλάρου· παρεξεῖ πόθοδον ἑξάπεδον ποτὶ τὸ Ἀδρανιεῖ-
    ον καὶ ∙ κʹ ∙ πό(δας) ἀποστασεῖ ἀπὸ τοῦ ναοῦ παντᾷ.
γιʹ ἀπὸ τᾶς σκαφιᾶς τὰς παρὰ τὸν Ὀπικανὸν κατὰ τοῦ Ὀπικανοῦ
65     ἐς τὸν ποταμὸν καὶ κατὰ τοῦ ποταμοῦ ἕστε κατὰ τὸν τέ(ρμονα) τὸν
    ἐν τῷ κλάρῳ(?) καὶ ἂν τῶν τε(ρμόνων) ἐς τὸν τέ(ρμονα) τὸν ποτὶ τᾷ συκέᾳ τὸν ὑπὸ
    τὰν ὁδὸν καὶ ὡς ἁ ὁδὸς ἕστε ποτὶ τὸ ὅριον τοῦ ∙ γιʹ ∙ κλάρου τοῦ με-
    γάλου δρυμοῦ καὶ ὡς τὸ ὅριον τοῦ ∙ γιʹ ∙ κλάρου τοῦ μεγάλου δρυμοῦ.
      ἐλαιοκόμιον δίκλαρον
70     περίστασις τῷ ἐλαιοκομίῳ εἴ τίς ἐστι ἱερά, ἕπεται· οὐ ποιησοῦν-
     τι δὲ βυρσοδέψιον οὐδὲ μαγειρικὸν οἱ μισθωσάμενοι τὸ ἐλαιοκόμιον.
col. II.1     [— — — — — — — — — — — — — — — — — — — — — — — —]ου κα[ὶ]
    [— — — — — — — — — — — — — — — — — — — — — —]ν τὰν ὑπὸ τὸ
    [— — — — — — — — — — — — — — — — — — — —] ἐς τὸν τέρμονα
    [— — — — — — — — — — — — — — — τὸ ὅρ]ιον τοῦ ∙ θʹ ∙ κλάρου καὶ
5     [— — — — — — — — — — — —ου τ]οῦ κατὰ τοῦ ῥόου τοῦ Ὀπικανοῦ
    [— — — — — — — — — — — — — κ]αὶ ἐς τὸν τέ(ρμονα) καὶ ἐς τὰν σκαφιὰν τὰν
    [παρὰ — — — — — — — κ]αὶ ὡς ὁ τέρμων καὶ αἱ σκαφιαὶ ἐς τὰν ἐλαί-
    [αν, ἐν ᾇ τέ(ρμων), καὶ] ἐς τὸ ὅριον τοῦ ∙ ιʹ ∙ κλάρου καὶ ἄν τοῦ ὁρίου τοῦ ∙ ιʹ ∙ [κλά]-
    <ρ>ου ἕστε ποτὶ τὸ ὅριον τοῦ Πικάττου καὶ ὡς τὰ ὅρια τοῦ
10     Πικάττου, τούτῳ τῷ κλάρῳ ἕπονται αἱ ἐλαῖαι αἱ ἐπι-
    γεγραμμέναι αὗται.
βιʹ ἀπὸ τοῦ τέρμονος τοῦ ὑπὸ τὰν Ἀσπίδα ἐς τὸν πλάτα-
    μον, εἷ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν σκαφιὰν
    καὶ ὡς αἱ σκαφιαὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ὁδὸν
15     τὰν ἀπὸ <τοῦ> Ταπάνου καὶ ἂν τᾶς ὁδοῦ ἕστε ποτὶ τὸ ὅριον
    τοῦ ∙ ζʹ ∙ κλάρου καὶ ὡς τὰ ὅρια τοῦ ∙ ζʹ ∙ κλάρου ἐς τὸν τέρμο-
    να καὶ ὡς ὁ τέρμων ἄχρι κατὰ τὸν πλάταμον, τούτῳ
    τῷ κλάρῳ ἕπονται αἱ ἐλαῖαι αὗται αἱ ἐπιγεγραμμέναι.
γιʹ ἀπὸ τοῦ ὁρίου τοῦ ∙ αιʹ ∙ κλάρου κατὰ τοῦ Ὀπικανοῦ ἐς τὰν σκαφιὰν
20     τὰν παρὰ τὸν Ὀπικανὸν καὶ ὡς αἱ σκαφιαὶ αἱ ὑπὸ τὸν τέρμονα
    ἐς τὰν ὁδὸν τὰν ἄγουσαν ἐπὶ τὸ Τάπανον καὶ ἂν τᾶς ὁδοῦ
    ἕστε ποτὶ τὸ ὅριον τοῦ ∙ βιʹ ∙ κλάρου καὶ ὡς τὰ ὅρια τοῦ ∙ βιʹ ∙ κλάρου.
 τοῖς παρὰ τὸν ῥοῦν τὸν Ἄλαισον δαιθμοὺς <ζ>.
αʹ  ἀπὸ τοῦ ῥόου τοῦ Ἀλαίσου ἐς τὸν τέ(ρμονα) τὸν ἐν τῷ πέτρῳ τὸν παρὰ τὰς
25     πυάλους καὶ ἂν τοῦ ῥάχα ἐς τὸν πέτρον, ἐν ᾧ τέ(ρμων), καὶ ἐς τὰν ὁδὸν καὶ
    ἂν τᾶς ὁδοῦ ἐς τὸν ῥοίσκον καὶ ἂν τοῦ ῥοίσκου ἐς τὰν σκαφιὰν
    τὰν ὑπὸ τῷ τέρμονι καὶ ὡς ὁ τέρμων ὁ ὑπὲρ τᾶς σκαφιᾶς ἕσ-
    τε ποτὶ τὰν ἅλον καὶ ὑπὲρ τᾶς ἅλου ὡς ὁ τέρμων ὑπὲρ τὰν
    σκαφιὰν καὶ ἐς τὰν σκαφιὰν τὰν παρὰ τὰν ἐλαίαν καὶ ὑ-
30     πὲρ τᾶς ἐλαίας ὡς ὁ τρίβος καὶ αἱ σκαφιαὶ ἐς τὰν ἐλαίαν
    τὰν ἐπιγεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ἐκ τᾶς ἐλαίας ὡς ὁ τέρμων
   ὑπὲρ τὰν ἐλαίαν ἐς τὰν σκαφιὰν καὶ ἄνω ἐς τὰς ῥάμνους
    καὶ ὡς αἱ ῥάμνοι περὶ τὸν τέρμονα καὶ ἐς τὰν σκαφιὰν
    καὶ ἄνω ἐς τὸν τέ(ρμονα) τὸν ἐν τῷ λίθῳ καὶ ὡς ὁ τέρμων ὑπὸ
35     τὰν ἅλον καὶ ἐς τὸν τέ(ρμονα) τὸν ἐν τῷ πύργῳ καὶ ὑπὸ τὸν πύρ-
    γον ἐς τὸν ῥοίσκον τὸν ὑπὸ τὰν ῥῖνα τὰν ἐν τῷ πύργῳ, εἷ
    τέ(ρμων), καὶ κατὰ τοῦ ῥοίσκου ἐς τὸν ῥοῦν τὸν Ἄλαισον καὶ ἂν τοῦ
    Ἀλαίσου ἐς τὰν ἀρχὰν τᾶς περιωρεσίας· ἐν τούτῳ Ἀγρίου.
βʹ  ἀπὸ τᾶς ῥινὸς τᾶς ἐν τῷ πύργω, εἷ τέ(ρμων), ὑπὸ τὸν πύργον ἕστε
40     ποτὶ τὸν τέ(ρμονα) τὸν ἐν τῷ πύργῳ καὶ ἀπὸ τοῦ τέ(ρμονος) κάτω ὡς αἱ σκαφι-
    αὶ ἐς τὰν ἀχράδα τὰν ἐπιγεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ὡς αἱ σκα-
@@@@FIAI\ E)S TA\N E)LAI/AN TA\N E)PIGEGRAMME/NAN PO/[1LIS]1 *)A[1LAISI/NWN]1 KAI\ E)S TA\N
    συκέαν τὰν ἐπιγεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ὡς {τ} αἱ σκαφιαὶ ἕστε πο-
   τὶ τὸν τέρμονα καὶ ὡς ὁ τέρμων ἐς τὸν ῥοίσκον καὶ κατὰ τοῦ
45     ῥοίσκου ἐς τὸν ῥοῦν τὸν Ἄλαισον καὶ ἂν τοῦ Ἀλαίσου ποτὶ τὸ
   ὅριον τοῦ ∙ αʹ ∙ κλάρου· ἐν τούτῳ Ἐλαφέος.
γʹ  ἀπὸ τοῦ τέ(ρμονος) τοῦ ἐν τῷ πύργῳ τοῦ ὁρίζοντος τὸν ∙ βʹ ∙ κλᾶρον ἕστε
    ποτὶ τὸν ῥοίσκον τὸν ἐκ τοῦ διαπαύματος ῥέοντα καὶ κα-
    τὰ τοῦ ῥοίσκου ἐς τὰν συμβολὰν τοῦ ῥοειδίου καὶ ἂν τοῦ ῥο-
50     ειδίου ἐς τὸν τέρμονα καὶ ὡς τὰ ὅρια τοῦ ∙ βʹ ∙ κλάρου·
    ἐν τούτῳ Ἐλαφέος.
δʹ  ἀπὸ τοῦ ῥοίσκου τοῦ ἐκ τοῦ διαπαύματος ὑπὸ τὸν πύργον
    ἕστε ποτὶ τὸν ῥοίσκον τὸν ῥέοντα ἐκ τᾶς ῥινὸς τᾶς κα-
    τὰ τὸ ἱερόν, εἷ τὰ χάλκια, κατὰ τὸ μαγειρικὸν καὶ κατὰ
55     τοῦ ῥοίσκου ἕστε ποτὶ τὸν τέρμονα, εἷ σκαφιά, καὶ ὡς ὁ
    τέρμων ἄχρι ποτὶ τὸν ῥοίσκον τὸν ῥέοντα ἐκ τοῦ διαπαύ-
    ματος τὸν ὁρίζοντα τὸν ∙ γʹ ∙ κλᾶρον.
εʹ  ἀπὸ τοῦ τέρμονος, εἷ ἁ σκαφιά, κατὰ τοῦ ῥοίσκου ἐς τὰν
    σκαφιὰν καὶ ὡς αἱ σκαφιαὶ ἐς τὸν ῥοῦν τὸν Ἄλαισον καὶ ἂν
60     τοῦ Ἀλαίσου ἕστε ἐς τὸν ῥοίσκον τὸν ὁρίζοντα τὸν ∙ βʹ ∙ κλᾶ-
    ρον καὶ ἂν τοῦ ῥοίσκου ἕστε ἐς τὸν τέρμονα τὸν ὁρίζον-
    τα τὸν ∙ δʹ ∙ κλᾶρον.
ϛʹ ἀπὸ τᾶς ῥινὸς τᾶς κατὰ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τᾶς κα-
    τὰ τὰ χάλκια τὰ ποτὶ τῷ μαγειρικῷ ὑπὸ τὸν πύργον ἕσ-
65     τε ποτὶ τὰν ῥεῖνα τὰν πελαστάταν ποτὶ τὸ τυρρίδι-
    ον καὶ κατὰ τοῦ ῥάχα ὡς αἱ σκαφιαὶ ἐς τὰν ἅλον καὶ ἐς
    τὸν τέ(ρμονα) καὶ κάτω ὡς αἱ σκαφιαὶ ἐς τὸν τέρμονα καὶ ὡς ὁ
    τέρμων καὶ αἱ σκαφιαὶ ἐς τὸν ∙ βʹ ∙ ῥοίσκον καὶ κατὰ τοῦ ῥοί-
    σκου ἐς τὸν ῥοῦν τὸν Ἄλαισον καὶ ἂν τοῦ Ἀλαίσου ἐς τὸ
70 @@@@O(/RION TOU= #51 E# #51 KLA/ROU.
ζʹ  ἀπὸ τοῦ πύργου κατὰ τοῦ βαθέος ῥόου ἐς τὸν ῥοῦν τὸν Ἄλαι-
@@@@SON KAI\ A)\N TOU= *)ALAI/SOU A)/XRI POTI\ TO\N #51 A# #51 R(OI/SKON KAI\ A)\N TOU=
    ῥοίσκου ἄχρι ποτὶ τὸν πύργον· ἐν τούτῳ Ἡρακλείδα Ἀπολ-
    λωνίου καὶ Φιλοξένου Μενίσκου.
75     Σκυρεώνοις δαιθμοὺς ∙ Ι̣Ι̣#⁷
αʹ  ἀπὸ τᾶς ῥεινὸς καθὼς ὁ πύργος ἄχρι ποτὶ τὰν ῥεῖνα τὰν ἐ-
    χομέν<α>ν τοῦ ∙ βʹ ∙ τυρριδίου καὶ ἀπὸ τᾶς ῥεινὸς κατὰ τοῦ ῥοει-
    δίου ἄχρι ποτὶ τὸν τέρμονα καὶ ὡς ὁ τέρμων <ὁ> ὑπὲρ τᾶς ἅ-
    λου καὶ ἂν τοῦ ῥάχα ὡς αἱ σκαφιαὶ ἐς τὰν ῥεῖνα· ἐν τούτῳ
80     Ἱστιείου Θέστωνος καὶ Πελαγίου.
βʹ  ἀπὸ τοῦ τέρμονος κατὰ τοῦ ῥοίσκου ἕστε ποτὶ τὸν τέρμονα,
    εἷ σκαφιά, καὶ τῷ τέρμονι(?) ἕστε ποτὶ τὸ ῥοείδιον τὸ ῥέον ἀ-
    νὰ μέσον τῶν γαεώνων καὶ ἂν τοῦ ῥοειδίου ἕστε ποτὶ
    τὸν τέρμονα καὶ ὡς ὁ τέρμ<ω>ν ἐς τὸ ῥοείδιον.
85 γʹ  ἀπὸ τοῦ τέρμονος κατὰ τοῦ ῥοειδίου τοῦ ἀνὰ μέσον τῶν γα-
    εώνων ἕστε ποτὶ τὸν τέρμονα, εἷ σκαφιά, καὶ ὡς ὁ τέρμων
    καὶ αἱ σκαφιαὶ ἂν τοῦ ῥάχα ἐς τὸν τέ(ρμονα) καὶ ὑπὲρ τᾶς ἅλου καὶ ἐς
    τὸν τέρμονα καὶ ὡς ὁ τέρμων ἄχρι ποτὶ τὸν ῥοίσκον.
Search Help
Contact Us