IG XII,1 1033
[ ] Karpathos Isl. — Brykous — undated
[— — — — — — — — — — — — — — — —]
1 [τοὺς ὑπ’ αὐτῶι] τεταγμένους εὐθα[ρσῶς]
[․․․․․․․․]εου γενηθέντος συν[έπραξε τοὺς]
[μὲν ἐ]ναν[τ]ίους ἀποστάντας τᾶς ἐ[πιβολᾶς]
[ἀπράκτο]υς ἀ[π]ε[λ]θεῖν, ἁμὲ δὲ κινδυνεύον[τας]
5 [μετὰ τ]έκνων καὶ γυναικῶν τυχεῖν σωτηρί[ας]·
[τό τε] περιπόλιον διετήρησε τῶι δάμωι· ἔν τε
[στρατηγί]αις πάσαις φιλοδόξως ἀνέ-
[σ]τραπ[ται] κατὰ δύναμιν τὰν αὑτοῦ, τοῖς τε ἐν-
[τυγ]χά[ν]ουσι αὐτῶι τῶν πολιτᾶν καὶ τῶν παροί-
10 [κω]ν εἰς πάντα τὰ καλῶς ἔχοντα αὑτὸν ἐπιδι-
[δο]ὺς διατελεῖ· ὅπως οὖν καὶ ἁ κτοίνα ἁ Ποτι-
[δαι]έων φαίνηται εὐχάριστος οὖσα καὶ τιμοῦ-
σα τοὺς ἀξίους τῶν ἀνδρῶν καὶ παρεισχημέ-
νους χρείας ἐν ἀναγκαίοις καιροῖς, δεδό-
15 χθαι τᾶι κτοίναι, ἐπαινέσαι καὶ στεφα[ν]ῶ-
σαι χρυσέωι στεφάνωι ἀπὸ χρυσῶν δέκ[α]
Παμφιλίδαν Ἱέρωνος Καρπαθιοπολίταν
ἀρετᾶς ἕνεκα καὶ εὐνοίας ἃν ἔχων δια[τε]-
λεῖ εἰς τὰν κτοίναν τὰν Ποτιδαιέων, καλέ[σαι]
20 δὲ αὐτὸν καὶ ἐπὶ ξένια εἰς τὸ ἱεροθυτεῖο[ν]·
ὅ<π>ως δὲ καὶ στᾶλαι ἀγ<ο>[ρ]ασθῶντι δύο λ[ίθου]
λαρτίου εἰς ἃς   ἀναγραφησεῖ τόδε τ[ὸ]
ψάφισμα, καὶ ἀνατεθῶντι μία μὲν ἐμ Π[ορ]-
θμῶι ἐν τῶι ἱερῶι τοῦ Ποσειδᾶνος, μία [δὲ]
25 ἐν Ποτιδαίωι ἐν τῶ<ι> ἱερῶι τᾶς Ἀθάνας
[τ]ᾶς Λ[ι]νδίας, δότω ὁ ταμίας τὸ γενόμενον
[τ]έλε[σ]μα εἴς τε τὸν στέφανον καὶ τὰς
[σ]τάλας· ἑλέσθαι δὲ καὶ ἄνδρα· ὁ δὲ αἱρεθεὶς
[π]οιησάσθω τὰν αἴτησιν τοῦ στεφάνου
30 [κ]αὶ ἀνάθεσιν τᾶν σταλᾶν ἐν τῶι σύμπαντι
[δ]άμωι. αἱρέθηι Θεμιστόλας Τελεσάνδρου
[Κα]ρπαθιοπολίτας.
Search Help
Contact Us