[ ]
Rhodos Isl. — Lindos: Mallona — 1st c. AD?
1 | [— — — — — — — — — — — — — — — — — — — — —]θεσα̣. |
[— — — — — — — — — —]Ω․ΩΝΥ․․Δ[— τ]ε[ιμα]θέντα ὑπὸ | |
τοῦ κοινοῦ τοῦ Διονυσιαστᾶν Ἀθαναϊσστᾶν Διὸς | |
Ἀταβυριαστᾶν Εὐφρανορ[ίω]ν τῶν σὺν Ἀθηναίῳ Κνιδίῳ | |
5 | χρυσέῳ στεφάνῳ καὶ ἀναγορεύσεσιν ἰσστὸν ἀεὶ χρόνον· |
ἐπηρεασθέντος δὲ τοῦ κοινοῦ περὶ τῶν τόπων καὶ | |
ἀναλωθεισᾶν ἰσστὰ πράγματα (δραχμᾶν) φνʹ, καὶ ταῦτες ἠπαν- | |
γείλετο τῷ κοινῷ, καὶ φιλοτειμηθέντος εἰς εὐαρέστη- | |
σιν τῶν ἐρανισστᾶν πλεονάκις καὶ ἐπανγειλαμένου εἰς ἐ- | |
10 | πισκευὰν τοῦ τόπου (δραχμὰς) φεʹ καὶ ἄλλες ἐπανγιλαμένου ἰς τὰ |
οἰκητήρια (δραχμὰς) ρʹ καὶ ἄλλας ἐπανγιλαμένου εἰς ἐνθήματα ὀγδό- | |
σιος {²⁶ἐγδόσιος}²⁶ τοῦ τόπου (δραχμὰς) ρʹ, καὶ τᾶς γυναικὸς αὐτοῦ Ἀρέτης μὲν τειμαθεί- | |
σας ὑπὸ τοῦ κοινοῦ τ[οῦ Διον]υσιαστᾶν Ἀθαν[αϊ]στᾶν Διὸς Ἀταβυριαστᾶν | |
Εὐφρανορίων τῶν σ[ὺν Ἀθηναίῳ Κ]ν̣ι̣[δίῳ καὶ ἀν]αθείσας τῷ κοινῷ <τῷ> | |
15 | Ἀθανα[ϊστᾶν ․․․․․․․․․․․․․․․․․․․․․․․․ τῶν ἀ]ναλωμάτων [․․]ε |