[ ] Rhodos Isl. — Lindos — late 1st c. BC/early 1st c. AD
1       Λίνδιοι ἐτείμασαν
     Ἑκατ̣οῦν Κλευκράτευς
           γ̣υναῖκα δὲ
    Εὐπό̣]θμου Βασιλείδευς
5    ἐ[πα]ί̣νωι, χρυσέωι στεφάνωι
 καὶ [ε]ἰκόνι χαλκέᾳ —— δεδώκαντι δὲ αὐτᾷ
[κ]αὶ ἀναγόρευσιν τᾶνδε τᾶν τιμᾶ̣[ν]
[εἰς] τ̣ὸν ἀεὶ χρόνον ἐν ταῖς πανα̣γ̣ύρεσ[ι]
       καθ’ ἕκαστον ἐνιαυτὸν
10        αἷς̣ τίθεντι Λίνδιοι ——
[εὐ]σεβείας ἕνεκα τᾶς ποτὶ τοὺς θεοὺς
καὶ ἀρε̣τᾶς καὶ εὐνοίας καὶ φιλοδοξίας
 ἃν ἔχουσα διατελεῖ εἰς τὸ πλ̣ῆ̣θος
          τὸ Λινδίων.
Search Help
Contact Us