[ ]
Rhodos Isl. — Lindos — after 2nd c. BC
[Λίνδιοι ἐτίμασαν (similiter)] | |
1 | Ἀθανόδωρον Ἁγησ̣άνδρου |
καθ’ ὑοθεσίαν δὲ Διονυσίου | |
ἐπαίνωι, χρυσ̣[έ]ωι στεφάνωι | |
καὶ εἰκόνι χαλκέαι ——— | |
5 | δεδώκαντι δὲ αὐτῶι καὶ ἀναγόρευσιν |
τᾶνδε τᾶν τιμᾶν εἰς τὸν ἀεὶ χρόνον | |
καὶ προεδρίαν ἐν τοῖς ἀγῶσι | |
καὶ σίτησιν ἐν ἱεροθυτείωι καὶ στεφαναφορίαν | |
ἐν ταῖς παναγύρεσι καθ’ ἕκαστον ἐνιαυτὸν | |
10 | αἷς ἄγοντι Λίνδιοι ——— καὶ |
τᾶν τι̣μᾶν ἀναγορεύσει | |
εὐσεβείας ἕνεκα τᾶς ποτὶ τοὺς θεοὺς | |
καὶ ἀρετᾶς καὶ εὐνοίας καὶ φιλοδοξίας | |
ἃν ἔχων διατελεῖ εἰς τὸ πλέθος {²⁶πλῆθος}²⁶ τὸ Λινδίων | |
15 | καὶ εἰς τὸν σύνπαντα δᾶμον. |