IG XII,1 762
[ ] Rhodos Isl. — Lindos — undated
frg. A.1 [ἐκκλησίας γενομένας {²⁷συλλόγου γενομένου}²⁷]
[ἐν Σμινθίῳ? {²⁷θεάτρῳ?}²⁷] περὶ χορα<γῶ>ν [ἐπ’ ἰερέως]
[τᾶς μὲν Ἀθάνας — —]στράτου, τοῦ δὲ Ἁλίου Ῥοδο-
π̣ε[ί]θευς, <Δ>ιοσ[θύ]ου ἑνδεκάτᾳ, ἔδοξε μαστροῖς
5 καὶ Λινδίοις· ἐπιστατᾶν γν<ώ>μα· ἐπειδὴ πλείσ-
ταν πρόνοιαν ὁ σύμπας δᾶμος <π>[οιεῖται(?)] εἰς τὸ
τὰς τοῦ Διονύσου τειμὰς συν[τηρεῖν καλῶς καὶ]
ἀγῶνας τελεῖν καὶ πονπὰς καὶ θυσίας [εἰς ἀ]-
εὶ Σμ<ιν>θ̣[ίοις?] χοραγῶν ποιούμενοι αἵρ̣[εσιν]
10 καὶ πολειτᾶν καὶ ξένων, ὁμοίως δὲ κα[ὶ Λίνδι]-
οι εἰς τὰν ποτὶ τὸν θεὸν εὐσέβειαν [φιλοτειμοῦν]-
ται, δεδόχθαι Λινδίοις, κυρωθέντος τοῦ-
δε τοῦ ψαφίσματος· τὰ μὲν ἄλλα πάντα γεί-
νεσθαι περὶ τ<ῶ>ν Σμινθί<ω>ν κατὰ τἀρ[χαῖον] {²⁶τὸ ἀρχαῖον}²⁶
15 ἔ̣<θ>ισμα Λινδί<ω>[ν, ποτ]αιρείσθων [δὲ τοὶ ἐπιστάται]
τοὶ ἀεὶ ἐν ἀρχᾷ ἐ̣όντες ποτ[ὶ τοῖς ἐκ πολειτᾶν]
αἱρουμένοις χοραγοῖς καὶ ἄλλο<υ>ς χοραγο<ὺ>ς
ἐκ τῶν κατοικεύντων καὶ γεωργεύντων ἐν
Λινδίᾳ πόλει ξένους ἕξ, εἴ κα μ<ή> τινες ἐπαν-
20 γέ<λλ>ωνται· τοὶ δὲ αἱρεθέντες στελλόντω [τὰν]
πο<νπ>ὰν ἐν τοῖς Σμινθίοις ἕκαστος καθά-
περ καὶ τοὺς ἄλλους <γ>έ<γ>ρ̣α<π>τα<ι κ>αὶ ποι-
είσθων ἐ<π>ιθυσίαν ΑΝΕ[․]ΕΙΟΝΤΩΞΕΝΟΥΟ̣ΙΝ
ΤΩΙ[— — — — — — — — — — — — — — — — —]
25        {²novem versus evanidi
frg. B.1 ΔΕΤΑΝΥΛΙΟΝ οἳ κρείνωντα[ι — — — — —  —]
Διονύσου· ὁ δὲ ἱερεὺς τᾶς Ἀθάνας [φερέτω πο]-
<τὶ> τοὺς μαστροὺς τὰ ὀνόματα τῶν κατασχ[ε]-
θέντων Η[․․․․․․]ΛΗΜΕΝΟΣ ὁ δὲ χοραγήσας
5 ἐχέτω [— — — — — — — — — — — — — — —]
      {²quinque versus evanidi
10 [— — — — — — —] Λίνδιον, μηδὲ ΟΙΣ[— — — — — — — ὁ ἱε]-
ρεὺς <τ>ᾶς Ἀθάνας κατ[․․․․․․․․] δὲ τὸ αὐτὸ <ὁ> ἱε<ρ>ε[ὺς?]
ὁ τ̣[οῦτ]ον διαδεξάμενος [․․] κατασσπείσας(?) ἀποτει-
νέτ<ω ἱ>ερ<ε>[ῖ] Διονύσου· [ἐπα]νγελλέτω δὲ ὁ χρή-
ζων ἐπὶ τὸν [ἱερέα τᾶς Ἀθάν]ας· τῶν δὲ χορα-
15 γησάντων [․․․․․․․․․]ΔΕΣ τὸ γράμμα(?) ὁ ἱε-
ρεὺς τοῦ Διονύσου [φερέτω ἐ]πὶ τὸν γραμματῆ
τῶν μαστρῶν [— — — — — — — — — — — — —]
Search Help
Contact Us