[ ]
Rhodos Isl. — Lindos: Massari — 3rd c. BC
| 1 | ἔδοξε μαστροῖς καὶ Λινδίοις· ἐπιστατᾶν <γνώμα>· vacat |
| ἐπειδὴ ἐπιστάται αἱρεθέντες ὑπὸ Λινδίων | |
| Ἀνάξανδρος Πάγωνος Καμύνδιος | |
| Λυσίας Λυσικράτευς Λαδάρ̣[μι]ος | |
| 5 | Εὔβουλος Εὐθυμάχου Πάγιος |
| καὶ τοὶ αἱρεθέντες ἄνδρες | |
| συναγωνίξασθαι ταῖς δίκαις | |
| Παυσανίας Πολυζάλου Βράσιος | |
| Ἀστυμέδων Ἀνδροσθένευς Λινδοπολίτ̣ας | |
| 10 | Ἁγήσανδρος Πολυαράτου Ἀργεῖος |
| Ἐπικράτης Ἁγησιδάμου Κλάσιος | |
| Τελέσων Δαμοσ[θέ]νευς Κλάσιος | |
| Φιλίων Ἀνδροσ[θέν]ευς Λινδοπολίτας | |
| Ἐπικράτης Πάγω[ν]ος Καμύνδιος | |
| 15 | Διδυμακλῆς Φιλ̣[ίν]ου Λινδοπολίτας |
| Ἁγησίλοχος Ἁγ[ησά]νδρου Καττάβιος | |
| Ἀρχίνομος Φιλόφρονος Κλάσιος | |
| Ἀρχοκράτης Στρατοκλεῦς Βουλίδας | |
| Καλλίστρατος Νικοστράτου Νεττίδας | |
| 20 | Ἀλεξίμαχος Κλεανδρίδα Λαδάρμιος |
| Ἀλεξίμαχος Μικύλου Λαδάρμιος | |
| Εὐκλῆς Ἁφαιστίωνος Ἀργεῖος | |
| Δεινίας Ἀνθαγόρα Λινδοπολίτας | |
| Ἵππασος Μικίωνος Λινδοπολίτας | |
| 25 | Καλλίγνωτος Δαμοσθένευς Κλάσιος |
| Ἀριστόμαχος Ἀλεξάρχου Πεδιεύς | |
| Φαίνιππος Ἐπικράτευς Κλάσιος | |
| Νικαγόρας Ἀριστογένευς Νεττίδας | |
| Φιλοκράτης Δαμοκράτευς Λινδοπολίτας | |
| 30 | Κλεαγόρας Κομάτα Κλάσιος |
| Ἁγησίστρατος Εὐδίκου Βουλίδας | |
| Πιστοκράτης Θευγένευς Κλάσιος | |
| Ξενοφῶν Κλείτωνος Βράσιος | |
| Φαέθων Φιλοκράτευς Λαδάρμιος | |
| 35 | Ἀλκιμέδων Φιλίωνος Λινδοπολίτας |
| Ὀνομακλῆς Μελανώπου Λινδοπολίτας | |
| Θεαίδητος Πολυχάρμου Νεττίδας | |
| vacat | |
| 38 | ἄνδρες ἀγαθοὶ ἐγένοντο συν̣διαφυλάξαντες Λινδίοις ὅπως |
| ταὶ αἱρέσιες γίνωνται ἐν Λίνδωι τῶν ἱερέων κ[αὶ] ἱεροθυτᾶν κα[ὶ] | |
| 40 | ἱεροποιῶν καὶ τῶν ἄλλων τῶν ἐπὶ τὰ κοινὰ τασσομέν[ω]ν ἐξ |
| αὐτῶν Λινδίων καθ’ ἃ καὶ ἐν τοῖς νόμοις γέγραπται κα[ὶ μ]ὴ̣ μετέ- | |
| χωντι τῶν ἐν Λίνδωι ἱερῶν οἳ μὴ καὶ πρότερον μετεῖχον, δεδό- | |
| χθαι τοῖς μαστροῖς καὶ Λινδίοις· ἐπαινέσαι αὐτοὺς ὅτι ἄνδρες | |
| ἀγαθοὶ ἐγένοντο περὶ τὰ ἱερὰ τὰ Λινδίων, καὶ ἀναγράψαι τόδε τὸ | |
| 45 | ψάφισμα ἐς στάλαν λιθίναν καὶ θέμειν ἐς τὸ ἱερὸν τᾶς Ἀθάνα[ς], |
| ὅπως πᾶσιν τοῖς ἐπιγινομένοις φανερὸν ἦι, ὅτι Λίνδιοι τῶν ἀ- | |
| γαθῶν ἀνδρῶν μνάμαν ποιεῦνται ἐς τὸν ἅπαντα χρόνον· τὸ | |
| δὲ ἀνάλωμα τὸ ἐς τὰν στάλαν καὶ τὰν ἀναγραφὰν ὁ ἱερεὺς [τᾶς] | |
| Ἀθάνας τελεσάτω· ὅπως δὲ ἁ στάλα τεθῆι ἐς τὸ ἱερὸν τᾶς | |
| 50 | [Ἀ]θάνας, τοὶ ἐπιστάται ἐπιμεληθέντω τοὶ ἐν ἀρχᾶι ἐόντες. |