[ ] Rhodos Isl. — Ialysos — not after 3rd c. BC
1 ἔδοξε τοῖς μαστροῖς καὶ Ἰαλυσίοις·
Στράτης Ἀλκιμέδοντος εἶπε·
ὅπως τὸ ἱερὸν καὶ τὸ τέμενος
τᾶς Ἀλεκτρώνας εὐαγῆται κα-
5 τὰ τὰ πάτρια, ἐπιμεληθήμειν
τοὺς ἱεροταμίας, ὅπως στᾶλαι
ἐργασθέωντι τρεῖς λίθου λαρτ[ί]-
ου καὶ ἀναγραφῆι ἐς τὰς στάλα-
ς τό τε ψάφισμα τόδε καὶ ἃ οὐχ ὅ-
10 σιόν ἐντι ἐκ τῶν νόμων ἐσφέ-
ρειν οὐδὲ ἐσοδοιπορεῖν ἐς τὸ τέ-
μενος, καὶ τὰ ἐπιτίμια τῶ[ι] πράσ-
σοντι παρὰ τὸν νόμον· θ̣έμειν δὲ
τὰς στάλας μίαμ μὲν ἐπὶ τᾶς ἐσό-
15 δου τᾶς ἐκ πόλιος ποτιπορευομέ-
νοις, μίαν δὲ ὑπὲρ τὸ ἱστιατόριον,
ἄλλαν δὲ ἐπὶ τᾶς καταβάσιος τᾶ[ς]
ἐξ Ἀχαΐας πόλιος.
νόμος ἃ οὐχ ὅσιον ἐσίμειν οὐδὲ
20 ἐσφέρειν ἐς τὸ ἱερὸν καὶ τὸ τέ-
μενος τᾶς Ἀλεκτρώνας· μὴ ἐσί-
τω ἵππος ὄνος ἡμίονος γῖνος
μηδὲ ἄλλο λόφουρον μηθὲν μη-
δὲ ἐσαγέτω ἐς τὸ τέμενος μη-
25 θεὶς τούτων μηθὲν μηδὲ ὑποδή-
ματα ἐσφερέτω μηδὲ ὕειον μη-
θέν, ὅ,τι δέ κά τις παρὰ τὸν νόμον
ποιήσηι, τό τε ἱερὸν καὶ τὸ τέμενος
καθαιρέτω καὶ ἐπιρεζέτω, ἢ ἔνο-
30 χος ἔστω τᾶι ἀσεβείαι· εἰ δέ κα
πρόβατα ἐσβάληι, ἀποτεισάτω ὑ-
πὲρ ἑκάστου προβάτου ὀβολὸν
ὁ ἐσβαλών· ποταγγελλέτω δὲ
τὸν τούτων τι ποιεῦντα ὁ χρήι-
35 ζων ἐς τοὺς μαστρούς.
Search Help