[ ]
Rhodos Isl. — Rhodos — 1st c. BC
| 1 | Φιλοκράτευς Ἰλιέως |
| ὧι ἁ ἐπιδαμία δέδοται | |
| τετιμαμένου ὑπὸ Ἰσιαστᾶν ἐρανιστᾶν | |
| κοινοῦ κατὰ τὸ ψάφισμα τὸ Δεξαγόρα | |
| 5 | καὶ τετιμαμένου ὑπὸ συνθυτᾶν |
| Ῥοδιαστᾶν ἐπιδαμιαστᾶν | |
| καὶ ἐστεφανωμένου ὑπὸ Ἑρμαϊστᾶν | |
| Θεσμοφοριαστᾶν χρυσέωι στεφάνωι | |
| καὶ ἐστεφανωμένου ὑπὸ Ματίων κτοινετᾶν | |
| 10 | ἐρανιστᾶν Φιλοκρατείων χρυσέωι στεφάνωι |
| καὶ ἐστεφανωμένου ὑπὸ Καμιρέων | |
| θαλλοῦ στεφάνωι | |
| καὶ κεχοραγηκότος τρίς· | |
| καὶ τᾶς γυναικὸς αὐτοῦ | |
| 15 | Ἑρμορόδης Ἑρμογένευς |
| Σελγίδος. |