IG II² 11387
[ ] Att. — med. s. IV a.
1 ζηλοῖ σε Ἑλλὰς πᾶσα
ποθεῖ θ’ ἱεροῖς ἐν ἀγῶσιν, |
Εὐθία, οὐκ ἀδίκως, ὃς τέχνει,
οὐχὶ φύσει | ἐμ βοτρυοστεφάνωι
5 κωμ<ω>ιδία<ι> ἡδυγέλωτι | δεύτερος
ὢν τάξει πρῶτος ἔφυς <σ>οφίαι.
Search Help
Contact Us