[ ] Rhodos Isl. — Rhodos — ca. 250-300 AD — cf. Lindos II 492
1 ὁ δᾶμος ὁ Ῥοδίων καὶ ἁ βουλὰ
Τίτον Αὐρηλιανὸν Νει[κ]όστρατον
Νεικοστράτου Ἄμιον τὸν σοφιστὰν
τετειμαμένον κα̣[ὶ ὑ]π̣ὸ τοῦ μεγίστου
5 Αὐτοκράτορος καθέδρᾳ καὶ λογιστείᾳ
τᾶς ἱερᾶς συνόδου θυμελικᾶς πολλά[ς]
τε πρεσβείας πρεσβεύσαντα ὑπὲρ τ[ᾶ]ς
πατρίδος καὶ τὰν περὶ τᾶς εἰκοστᾶς
κατορθώσαντα καὶ ἀδιαλείπτως χ[ρή]-
10 σιμον αὑτὸν παρέχοντα τᾷ π̣[ατ]ρίδ[ι].
Search Help
Contact Us