[ ]
Rhodos Isl. — Rhodos — ca. 300-250 BC?
1 | [— — — — — — — — — — στῆσαι δὲ αὐτοῦ] καὶ εἰκόνα χαλ- |
[κῆν ἐν τῆι ἀγο]ρᾶι ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆς εἰς τὸν̣ | |
[δ]ῆμον· καὶ τοὺς ἀγωνοθέτας τῶν Διονυσίων καὶ Σε- | |
λευκε[ίω]ν ἀναγορεῦσαι ἐν τῶι [θε]άτρωι τὰς δεδο- | |
5 | μ̣ένας αὐτῶι τιμάς· ἑλέσθαι δὲ τὸν δῆμον ἐπιστάτας |
ἐπὶ τὴν ἔγδοσιν τῆς εἰκόνος ἄνδρας δύο καὶ τόπον | |
ἐν ὧι σταθήσεται ἀναγνῶναι· ἀναγράψαι δὲ τὸ ψήφισ- | |
μα καὶ εἰς στήλην λιθίνην καὶ στῆσαι ἐρ Ῥόδωι, τὸ δὲ | |
ἀνήλωμα τὸ εἰς τὴν εἰκόνα καὶ τὸ βάθρον καὶ τὴν | |
10 | στήλην καθότι ὑπάρξει, τοὺς στρατηγοὺς τοὺς ἄρ- |
[ξ]οντας ἐπὶ ἱεροποιοῦ [ὃς ἂν] μετ’ Ἐ[πίγο]νον γένηται | |
τὴμ πρώτην τετρ[άμη]νον [․․6․․․] γνώμην ἐνέγ[και] | |
καὶ π[ρὸς] τοὺς πρυτάνεις [περὶ ἐγδόσεως] τῆς εἰκόνος | |
[— — — — — —]οραν [— — — — — — — — — — —]τάτην |